Τετάρτη 14 Φεβρουαρίου 2024

ἐκ της ἀκολουθίας τῆς ἡμέρας Τετάρτη 14 Φεβρουαρίου

Μπορεί να είναι εικαστικό
Ήχος εβδομάδος γ΄. Αὐξεντίου μαρτυρος
 
Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.
 
***
Τὴν ὥραιότητα
Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσης με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχη τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς μὲ τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.
*****
Μαρτυρικόν
Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε, προθύμως τὴ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας, διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
*****
Ὁ δεσμεύσας ἀπάτη ἐν Παραδείσῳ, τὸν ἄνθρωπον ἐντολῆς παραβάσει, σοὶς δεσμοὶς δέδεται ἀλύτοις Κύριε, οἷς πὲρ σωματούμενος, ἐθελουσίως ἐδέθης, λύων τὸ παράπτωμα ἡμῶν φιλάνθρωπε.
****
Μαρτυρικὰ
Ναυαγοῦσαν Ὁρῶντες οἱ Ἀθλοφόροι, τὴν κτίσιν ταὶς τῶν δαιμόνων ἀπάταις, τῶν πιστῶν ὤφθησαν λιμένες εὔδιοι, πᾶσαν τοῦ ἀλάστορος, χύσει οἰκείων αἱμάτων, δύναμιν βυθίζοντες οἱ μεγαλώνυμοι
*****
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Οἶκος τοῦ πάντων ὑπάρχουσα ποιητοῦ, οἰκῆσαι δυσώπησον, ἓν ἐμοὶ τὸν Παράκλητον, γεγονότι σπήλαιον, τῶν ψυχοφθόρων ληστῶν ἁγνὴ Παρθένε.
****
Στέφος ἀκανθών, ἀνεδήσω θέλων μακρόθυμε, οἵα βασιλεὺς ἀληθινός, καὶ τὴν ἀκανθηφόρον προθέλυμνον, ἁμαρτίαν ἔπαυσας, ὑμνολογῶ σου Σῶτερ τὰ παθήματα.
****
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ἔργον σῶν χειρῶν, πλαστουργὲ ὑπάρχω καὶ ποίημα, κακία δὲ ὄφεως Χριστέ, ὑφηδονῶν τοῦ βίου συντέτριμμαι, διὸ μὲ ἀνάπλασον, τῆς σὲ Τεκούσης, θείαις παρακλήσεσιν.
*****
Όσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν (Ὅσιος Αὐξέντιος)
Τῶν χειμάρρων θεοφόρε τῆς ἀνομίας, τῇ προσευχῇ παμμάκαρ, σεαυτὸν ὀχυρώσας, ἔφυγες τὸν τάραχον· τρυφῆς τὸν χειμάρρουν δέ, πέπωκας ἀξίως πανόλβιε.
*****
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Μεσίτίν σε καὶ πρέσβιν, πρὸς τὸν ἐκ σοῦ τεχθέντα, νὺν προβάλλομαι, πάσης ἁμαρτίας ὑπάρχων ἔμπλεως. Παρθένε ἐγγυητὴς μοί, καὶ βίου ἐπανόρθωσις γενοῦ, καὶ χειραγωγία, πρὸς τρίβους θείας γνώσεως.
*****
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ἐξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοὶ Δέσποινα, ἁμαρτίας γὰρ ἁμαρτίαις προστίθημι, καὶ κακίαν κακία, τὴ οὖν πρεσβεία σου ἁγνή, οἴκτειρον σώσόν με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ἡ κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἕτοιμον, ἑτοιμάζου ὧ ψυχή μου, καὶ βόησον. Ἐν τῷ κρίνειν σὲ Λόγε, μὴ κατακρίνης με, εὐχαὶς τῆς κυησάσης σε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Τρυγήσας ἁμαρτίας, τοὺς καρποὺς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον, κράζω σοί. Καρποφόρον μὲ δεῖξον, ἡ τῶ καρπῶ σου, τὴν φθορὰν ἐξαφανίσασα.
****
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Ὅλη ὡς καλὴ καὶ πλησίον, τοῦ παμβασιλέως, γεγονυία Θεοτόκε, πλήρωσόν με ἀγαθῶν ἔργων, κακία συζήσαντα, καὶ ῥαθύμως πάντα τὸν βίον τελέσαντα, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
******
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Κητώας γαστρὸς ὡς ἐρρύσω, πάλαι τὸν Προφήτην, Θεοῦ Λόγε παραδόξως, οὕτω ῥύσαι μου τὴν ψυχήν, βυθῶ ὀλισθήσασαν ἀπωλείας, ἔχων Σῶτερ δυσωπούσάν σε, τὴν ἀπειρογάμως, τεκούσάν σε Παρθένον.
 
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Φθαρέντα τὸν νοῦν, φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν, κακία μολυνθέντα, καὶ γυμνὸν παντοίων ἀγαθῶν ἀποδειχθέντα, Παρθένε ἄφθορε ἄμωμε, μὴ μὲ παρίδης, ἀλλ΄ ἔργοις, εὐσεβείας κατακόσμησον.