Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου,
Ἦχος δ'
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Κοντάκιον
Ἦχος β'
Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον.
Ὁ Οἶκος
Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράπτετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν. Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε. Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας· ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, ὁ μόνος φιλάνθρωπος.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.
Στίχοι
Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω,
Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.
Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου