Κυριακή 8 Μαρτίου 2026

Η ιστορία του Θεοφίλου και της Κασσιανής ~

 Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.


_ ____________
(Γεωργίου Μοναχού, Χρονικόν Σύντομον.
📖 ΣΞ∆ʹ. Βασιλεία Θεοφίλου.
ΘΕΟΦΙΛΟΣ ἐβασίλευσεν ἔτη ιβʹ, ὁ νέος Βαλτάσαρ, καὶ παραβάτης, καὶ θεομισὴς, καὶ τῶν ἁγίων εἰκόνων ὑβριστὴς, καὶ καθαιρέτης, καὶ βέβηλος. ̣
Ἡ δὲ μήτηρ αὐτοῦ Εὐφροσύνη, ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγε κόρας εὐπροσώπους πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον, τὸν υἱὸν αὐτῆς· ἀγαγοῦσα δὲ ταύτας ἐν τῷ παλατίῳ εἰς τὸν λεγόμενον Μαργαρίτου τρίκλινον, δέδωκε τῷ Θεοφίλῳ χρυσοῦν μῆλον εἰποῦσα·
“Εἰς ἣν ἂν ἀρεσθῇς, ἐπίδος τοῦτο αὐτῇ.”
Ἦν δέ τις ἐξ εὐγενῶν ἐν αὐταῖς κόρη ὀνόματι Εἰκασία ὡραιοτάτη πάνυ, ἣν ἰδὼν Θεόφιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους ἔφη·
📜 “Ὡς ἄρα διὰ γυναικὸς ἐῤῥύη τὰ φαῦλα!”
Ἡ δὲ μετ' αἰδοῦς πως ἀντέφησεν·
📜 “Ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα.”
Ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς, ταύτην μὲν εἴασε, Θεοδώρᾳ δὲ τὸ μῆλον ἐπέδωκεν ̣οὔσῃ ἐκ Παφλαγόνων. [...] Ἡ δὲ εἰρημένη Εἰκασία, τῆς βασιλείας ἀποτυχοῦσα, μονὴν κατεσκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα, τῷ Θεῷ μόνῳ ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς αὐτῆς· ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα κατάλέλοιπε, τὸ «Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις», […]

1 σχόλιο:

κροκόδειλος είπε...

Δώσε μας κ τη μετάφραση