Σάββατο 3 Ιανουαρίου 2026

Προσευχὴ γιὰ τὸ νέο ἔτος 2026

  

Κύριε, Ἰησοῦ Χριστέ, ὁ Παντοκράτωρ καὶ Ὑπέρθεος Σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ θέμενος χρόνους καὶ καιροὺς ἐν τῇ Ἰδίᾳ ἐξουσίᾳ, ὁ εὐλογῶν ἔτη δικαίων καὶ μακροθυμῶν ἐπὶ πάσαις ταῖς ἀδικίαις ἡμῶν, Αὐτός, Δέσποτα, ποίησον τὸν χρόνον τῆς ζωῆς τῶν δούλων Σου, τῶν μετὰ πόθου ἐπικαλουμένων Σε, τόπον συναντήσεως μετὰ Σοῦ τοῦ Ζωοδότου, τόπον ἐξαγορᾶς τῆς παρειμένης ἡμῶν ζωῆς διὰ τῆς σωτηρίου Σου χάριτος, ἵνα δοξάζηται ὑπὸ πάντων τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου μετὰ τοῦ Ἀνάρχου Σου Πατρός καὶ τοῦ Παναγίου Σου Πνεύματος, νῦν τε καὶ εἰς πάντας τοὺς αἰῶνας.

Ιερομόναχος  Ζαχαρίας της Ιερά Μονή Τιμίου Προδρόμου Έσσεξ Αγγλίας