Κύριε Παντοκράτωρ, ὁ δημιουργὸς πάσης τῆς κτίσεως, ὁρωμένης τε καὶ ἀοράτου· ὁ ποιήσας τὰ ἄστρα καὶ τὸ φῶς, τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ· ὁ ταῖς χερσί σου διαπλάσας τὸν ἄνθρωπον καὶ θέσας τοῦτον ἐπὶ τῆς γῆς, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων· Σύ, ὁ τιθεὶς ὅριον πᾶσι τοῖς ὑπὸ σοῦ γενομένοις, ἵνα τὰ πάντα ἐν ἁρμονίᾳ ζῇ καὶ κινεῖται.
Σὺ εἶ ὁ σὺν πᾶσι πλάσας τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἐξουσίαν τῆς νυκτός· Σὺ εἶ, Παντοδύναμε, ὁ διὰ τῆς φαύσεως τοῦ ἡλίου φωτίζων καὶ ζωογονῶν τὴν γῆν· ἄνευ γὰρ τῆς τούτου ζειδώρου δυνάμεως οὐκ ἦν δυνατὸν τὸν ἄνθρωπον καὶ τὰ ἐν τῇ γῇ ταύτῃ ὑπάρχειν.
Ἀλλὰ καὶ Σὺ εἶ ὁ αὐτός, ὁ τὰ στοιχεῖα τῆς κτίσεως συνέχων καὶ συντηρῶν, καὶ πολλάκις διὰ τῆς Σῆς πανσόφου προνοίας μετατιθέμενος τοὺς ὅρους τῆς τούτων ἐνεργείας, ἵνα ὁδηγῇς τοὺς ἀνθρώπους εἰς μετάνοιαν καὶ ἐπιστροφὴν πρὸς τὰς ἁγίας Σου ὁδούς.
Σὺ γάρ, Δέσποτα, πάλαι πρὸς δοκιμασίαν τῷ Ἰωνᾷ προσέταξας τῷ ἡλίῳ συγκαῦσαι τοῦτον, ὡς γέγραπται· «καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ ᾿Ιωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν» [1].
Καὶ νῦν, Φιλάνθρωπε Κύριε, προσέταξας πνεύματι καύσωνος συγκαίοντι ἵνα πατάξῃ τὴν γῆν, διὰ τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ ἡμεῖς ὠλιγοψυχήσαμεν καὶ ἀπολεγόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἀλλά, Δέσποτα, ὡς πάλαι οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, ὁμολογοῦμεν, «ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας» [2].
Διό, ὡς ἐπέβλεψας ἐπὶ τὴν ταπείνωσιν καὶ προσευχὴν τούτων «καὶ ἐποίησας τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς» [3], οὕτω, δεόμεθα, ἔπιδε ἐπὶ τὴν μετάνοιαν καὶ ταπείνωσιν καὶ παράκλησιν ἡμῶν. Νικησάτω Σου οὖν τὸ ἔλεος τῆς φιλανθρωπίας τὴν ἡμετέραν ἀπανθρωπίαν καὶ μισανθρωπίαν καὶ ἁμαρτωλότητα, δι᾽ ἃς ἐδώκαμεν χώραν καὶ δικαιώματα τῷ διαβόλῳ καὶ τοιαῦτα πάσχομεν ἐπαξίως τῶν πράξεων ἡμῶν.
Σὲ παρακαλοῦμεν, τοίνυν, καὶ σοῦ δεόμεθα· Ἀπόστειλον τὴν Χάριν Σου, ἵνα δροσίσῃ τὰς ἐκ τῆς ἁμαρτίας καιομένας καρδίας ἡμῶν, καὶ πνεῦμα δρόσου, ἵνα ἀναψύξῃ ἡμᾶς καὶ τὴν κτίσιν πᾶσαν, ὡς καὶ ἐπὶ Μωυσέως τοῦ προφήτου σου, ὅτε ὁ λαὸς ἐπορεύετο ἐν τῇ ἐρήμῳ, ἀνέψυχες αὐτοὺς ἐν τῇ ἐπισκιάσει τῆς νεφέλης Σου, καθὼς εἴρηται· «καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ᾽ αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς» [4]. Καὶ γὰρ κινδυνεύομεν ἐκ τῆς τοῦ ἡλίου παρατεταμένης ταύτης καύσεως παραδοθῆναι εἰς λιμὸν καὶ λοιμὸν καὶ μυρίους κινδύνους.
Ἔτι δέ, Κύριε, ἱκετεύομέν σε, τὸν ἀνάγοντα νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· τὸν ποιοῦντα ἀστραπὰς εἰς ὑετόν· τὸν ἐξάγοντα ἀνέμους ἐκ θησαυρῶν σου· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς· Ἄνοιξον τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ· ἔντειλαι ταῖς νεφέλαις τοῦ βρέξαι ὑετόν· οἴκτειρον πάντα τὰ τῆς γῆς σου· σπλαγχνίσθητι ἐπὶ πρεσβύτας, καὶ νέους, καὶ νήπια θηλάζοντα μαστόν, δούλους σου καὶ δουλίδας, υἱοὺς καὶ θυγατέρας, καὶ ἐπὶ πάντα τὰ κτήνη τῆς γῆς, καὶ ἐξάγαγε ἡμῖν ἄρτον εἰς βρῶσιν, καὶ χλόην τοῖς κτήνεσι· πρόσδεξαι τὰς δεήσεις παντὸς τοῦ λαοῦ σου, καὶ μὴ ἀπώσῃ τοὺς στεναγμοὺς τῶν πενήτων· μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, μηδὲ διαφθείρῃς λιμῷ καὶ δίψει τὸν λαόν σου· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, λαβεῖν τὴν παρὰ σοῦ τροφὴν εἰς εὔκαιρον·
Πρεσβείαις τῆς Παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ ἐνδόξου προφήτου Ἠλιοῦ τοῦ Θεσβίτου, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Σπυρίδωνος, ἐπισκόπου Τριμιθοῦντος, τοῦ θαυματουργοῦ, τοῦ ὁσίου πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ, πάντων τῶν ἐν τῇ Μητροπόλει Μόρφου καὶ Σόλων διαλαμψάντων καὶ ἐξαιρέτως τιμωμένων ἁγίων, καὶ πάντων Σου τῶν ἁγίων.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[1] Ἰωνᾶς 4, 8.
[2] Προσευχὴ Ἀζαρίου καὶ Ὕμνος τῶν Τριῶν, 5-7.
[3] Ὅπ. ἀν., 26.
[4] Ἀριθμοὶ 11, 36.
Σημείωσης :Η παρούσα ευχή είναι αναπόσπαστο κομμάτι της εγκυκλίου της Ιεράς Μητροπόλεως Μόρφου με τίτλο: Εγκύκλιος δι’ ἀνάγνωσιν εὐχῆς ἐπὶ καύσωνι καὶ ἀνομβρία (01.08.2024) (Εδω)