Δευτέρα 8 Απριλίου 2024

ΠΑΡΑΜΥΘΙΑ ΜΕ ΤΗΝ ΓΕΡΟΝΤΙΣΣΑ ΓΑΛΑΚΤΙΑ

3 σχόλια:

Ιωάννης Τσιλιμιγκάκης είπε...

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Γάλα τὸ λογικὸν τοῖς πιστοῖς, σὺ Γαλακτία διεδίδως καὶ ἄδολον, εἰς αὔξησιν ἡλικίας, πνευματικῆς καὶ ψυχῶν, σωτηρίαν ὄντως καὶ τελείωσιν, ποικίλοις δὲ θαύμασιν, ἀδελφοὺς ἐπεστήριξας, καὶ ἀσθενείας, χαλεπὰς ἐθεράπευσας, θείᾳ χάριτι, δαψιλῶς τῇ δοθείσῃ σοι· ὅθεν σε πανσεβάσμιε, τιμῶμεν ἐν ᾄσμασι, καὶ προσκυνοῦμεν ἐν πίστει, τὴν σὴν πανένδοξον κοίμησιν, δι’ ἧς ἐγεννήθης, εἰς οὐράνιον πατρίδα, καθὼς ἐπόθησας.

Ἔνδον ἐν τῇ καρδίᾳ τῇ σῇ, ἡ τρισυπόστατος Θεότης ἐσκήνωσε, πανεύφημε Γαλακτία, καὶ ἀρετῶν τῷ φωτί, τοῖς πιστοῖς σε πᾶσιν ἐφανέρωσε· διὸ ἐν τῷ οἴκῳ σου, πλήθη κόσμου συνέῤῥεον, τοῦ κατιδεῖν σε, καὶ σεπτοῦ σου ἐκ στόματος, λόγον ἅγιον, τοῦ λαβεῖν καὶ ὠφέλιμον, νόσων δὲ τὰ ἰάματα, ἀρύσασθαι χάριτι, τῇ σῇ θεόθεν δοθείσῃ, καὶ ἀπὸ γῆς εἰς οὐράνια, εὐχαῖς ἀναβῆναι, ταῖς θερμαῖς σου Γαλακτία, ὁσίων καύχημα.

Βίον ἀγγελικὸν ἐπὶ γῆς, διαγαγοῦσαν καὶ ἀγγέλων σὺν τάγμασι, τανῦν ἐπαγαλλομένην, τὴν Γαλακτίαν πιστοί, ἐν ᾠδαῖς ᾀσμάτων μεγαλύνωμεν· καὶ γὰρ ἐν φαιδρότητι, ἀδελφοῖς διηκόνησε, τοῖς δεομένοις, συμπαθοῦς ἀντιλήψεως, καὶ ἐκήρυξε, θεοπνεύστοις ἐν ῥήμασι, βίον ἡμῖν τὸν κρείττονα, εὐχὴν ἀδιάλειπτον, ὑπακοὴν καὶ νηστείαν, ὑπομονὴν ἐν ταῖς θλίψεσιν, ἀγάπην γλυκεῖαν, πρὸς Χριστὸν τὸν χορηγοῦντα, τὸ μέγα ἔλεος.

Ιωάννης Τσιλιμιγκάκης είπε...

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἔρως ὁ μέγας σου, ἦν ὁ Θεάνθρωπος, ὁ ἀξιέραστος, καὶ ὑπερύμνητος, ᾧ ἐξ ὀνύχων ἁπαλῶν, ἐδούλευσας Γαλακτία, καὶ ἐν Παραδείσῳ νῦν, συναγάλλῃ τῷ πνεύματι, ἐκτενῶς πρεσβεύουσα, ὑπὲρ πάντων τῶν πίστει σου, τιμώντων τὴν ἀοίδιμον μνήμην, Κρήτης ἀγλάισμα τὸ νέον.

Ιωάννης Τσιλιμιγκάκης είπε...

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πιστῶν ἡ θερμή, ὑμνείσθω μοι ἀντίληψις, πτωχῶν πλουτισμός, νοσούντων ἡ ἀνάῤῥωσις, μοναζόντων καύχημα, ἀρετῶν τερπνὸν ἐνδιαίτημα, Γαλακτία Κρήτης τιμή, ἡμῶν δὲ ἁπάντων, ταχινὴ ἀρωγή.