Δευτέρα 8 Απριλίου 2024

Άγιος.Ιωάννης Δαμασκηνός - Έκδοση ακριβής Ορθοδόξου πίστεως

Μπορεί να είναι εικόνα ναός και κείμενο 

Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου καί ζωοποιοῦ σταυροῦ, εἰ καὶ ἐξ ἑτέρας ὕλης γένηται, οὐ τὴν ὕλην τιμῶντες –μὴ γένοιτο, ἀλλὰ τὸν τύπον ὡς Χριστοῦ σύμβολον. 

Ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος· «Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ», τὸν σταυρὸν λέγων. Διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος· «Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον;»· καὶ ὁ ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον». Πολλοὶ μὲν γὰρ Χριστοὶ καὶ Ἰησοῖ, ἀλλ᾿ εἷς ὁ ἐσταυρωμένος. 

Οὐκ εἶπε λελογχευμένον, ἀλλ᾿ «ἐσταυρωμένον». 

Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Χριστοῦ. Ἔνθα γὰρ ἂν ᾖ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται. (δηλ. όπου ο Σταυρός εκεί και ο Χριστός).