Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;
ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι;
τίνα θερμὴν ἔξω βοηθόν,
θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος;
Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ ἐλέους σου,
τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,
τὴν παναθλίαν καὶ ταπεινήν,
πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων,
καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ;
ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι;
ποῦ πορευθῶ;
ποίαν δὲ ἐφεύρω καταφυγήν;
ποίαν θερμὴν ἀντίληψιν;
ποῖον ἐν ταῖς θλίψεσι βοηθόν;
Εἰς σὲ μόνην ἐλπίζω,
εἰς σὲ μόνην καυχῶμαι,
καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.
Από τον Μέγα Παρακλητικό