Τὸν τοῦ Ἁγίου Σιλουανοῦ τοῦ Ἀθωνίτου μαθητὴν καὶ τῆς κατὰ Χριστὸν Πολιτείας καθηγητήν,
δεῦτε σήμερον εὐφημήσωμεν, ὦ φιλέορτοι. Τὸν ἀσκηθέντα
εἰς τὴν μεγίστην τῶν ἀρετῶν, ἁγίαν Ταπείνωσιν καὶ εἰς τὴν μετὰ τοῦ Πνεύματος θεοπρεπῆ οἰκείωσιν.
Τὸν δεχόμενον τὴν θλῖψιν ὡς εὐλογίαν καὶ ἀσφαλεστάτην ὁδόν, ἄγουσαν πρὸς τὴν Βασιλείαν τῶν Οὐρανῶν. Αὐτὸν οὖν μιμησώμεθα καὶ τὰς πρὸς Κύριον πρεσβείας αὐτοῦ αἰτησώμεθα.