Κυριακή 10 Μαρτίου 2024

Ὅταν ἔλθῃς ὁ Θεός ἐπὶ γῆς μετὰ δόξης καὶ τρέμωσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ καὶ βίβλοι ἀνοίγωνται καὶ τὰ κρυπτὰ δημοσιεύωνται, τότε ῥῦσαί με ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ ἀξίωσον ἐκ δεξιῶν σου μὲ στῆναι, Κριτὰ δικαιότατε. Ταύτῃ τῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.

 Μπορεί να είναι εικόνα 2 άτομα και κείμενο

«Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες γυμνοί καὶ ὡς κατάκριτοι τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι. Τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου. Καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ὁ τῶν Δικαίων κλῆρος εἰσελεύσεται εἰς παστάδα οὐράνιον.
Ὢ ποία ὥρα τότε καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! Bίβλοι ἀνοίγονται καὶ πράξεις ἐλέγχονται καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην. Kαὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; Ὤ ποία ὥρα τότε! Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή: ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος».

3 σχόλια:

Ανώνυμος είπε...

Άγιος Επίσκοπος Νικόλαος Βελιμίροβιτς: Ομιλία στην Κυριακή της Απόκρεω.

https://alopsis.gr/ομιλία-στην-κυριακή-της-απόκρεω-άγιος

Ανώνυμος είπε...

Βλέπεις εδώ τρελογιαννη πως ικανοποιουνται μερικοι σαν αυτον!
https://www.youtube.com/watch?v=sbTB4N12pN8

Ανώνυμος είπε...

Το φοβερό δικαστήριο που μας περιμένει.

Ιερά Μονή Αγίου Νικοδήμου Πυργετού.

https://www.youtube.com/watch?v=KT3nYJ_NRiY