«Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες γυμνοί καὶ ὡς κατάκριτοι τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι. Τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου. Καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ὁ τῶν Δικαίων κλῆρος εἰσελεύσεται εἰς παστάδα οὐράνιον.
Ὢ ποία ὥρα τότε καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! Bίβλοι ἀνοίγονται καὶ πράξεις ἐλέγχονται καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην. Kαὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; Ὤ ποία ὥρα τότε! Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή: ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος».
3 σχόλια:
Άγιος Επίσκοπος Νικόλαος Βελιμίροβιτς: Ομιλία στην Κυριακή της Απόκρεω.
https://alopsis.gr/ομιλία-στην-κυριακή-της-απόκρεω-άγιος
Βλέπεις εδώ τρελογιαννη πως ικανοποιουνται μερικοι σαν αυτον!
https://www.youtube.com/watch?v=sbTB4N12pN8
Το φοβερό δικαστήριο που μας περιμένει.
Ιερά Μονή Αγίου Νικοδήμου Πυργετού.
https://www.youtube.com/watch?v=KT3nYJ_NRiY
Δημοσίευση σχολίου