Τρίτη 5 Δεκεμβρίου 2017

 

...Ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα,
ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης Σου γέγονα,
ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα,
ὅτι ὑπὲρ τὸν Ληστήν ἐμαυτόν ἐθανάτωσα,
ὅτι ὑπὲρ τὴν Πόρνην ἐγώ ὁ φιλόπορνος ἔπραξα,
ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα,
ὅτι ὑπὲρ τὸν Μανασσῆν «ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ καὶ ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους»·
ὅτι τὸ Πνεῦμα Σου τὸ ἅγιον ἐλύπησα,
ὅτι τῶν ἐντολῶν Σου παρήκουσα,
ὅτι τὸν πλοῦτόν Σου διεσκόρπισα,
ὅτι τὴν χάριν Σου ἐβεβήλωσα,
ὅτι τὸν ἀρραβῶνα, ὅν μοι δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα,
ὅτι τὸ τίμιον κατ' εἰκόνα Σου, τὴν ψυχήν μου, ἐμόλυνα,
ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν, μετὰ τῶν ἐχθρῶν Σου ἐβίωσα,
ὅτι οὐδεμίαν ἐντολήν Σου ἐφύλαξα,
ὅτι τὸν χιτῶνά μου κατερρύπωσα, ὅν με ἐνέδυσας,
ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα,
ὅτι τὸ πρόσωπόν μου, ὅ ἐφαίδρυνας, ἐν ἁμαρτίαις ἠχρείωσα,
ὅτι τοὺς ὀφθαλμούς μου, οὕς ἐφώτισας, ἑκουσίως ἐτύφλωσα,
ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις Σου μυστηρίοις ἡγίασας, αἰσχύναις ἐμόλυνα.
Καί οἶδα ὅτι πάντως τῷ φοβερῷ Σου βήματι παραστήσομαι ὡς κατάδικος ὁ παμμίαρος.
Οἶδα ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ Σοί...

άγιος Ιωάννης Δαμασκηνός

Δεν υπάρχουν σχόλια: