Πολλὰ τὰ δεινὰ κοὐδὲν ἀν-
θρώπου δεινότερον πέλει·
τοῦτο καὶ πολιοῦ πέραν
|
πόντου χειμερίῳ νότῳ
χωρεῖ, περιβρυχίοισιν
περῶν ὑπ᾽ οἴδμασιν, θεῶν
τε τὰν ὑπερτάταν, Γᾶν
ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται,
|
ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος,
ἱππείῳ γένει πολεύων.
|
|
Κουφονόων τε φῦλον ὀρ-
νίθων ἀμφιβαλὼν ἀγρεῖ,
καὶ θηρῶν ἀγρίων ἔθνη
|
πόντου τ᾽ εἰναλίαν φύσιν
σπείραισι δικτυοκλώστοις
περιφραδὴς ἀνήρ· κρατεῖ
δὲ μηχαναῖς ἀγραύλου
|
θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽
ἵππον ὑπαξέμεν ἀμφίλοφον ζυγὸν
οὔρειόν τ᾽ ἀκμῆτα ταῦρον.
|
|
Καὶ φθέγμα καὶ ἀνεμόεν
φρόνημα καὶ ἀστυνόμους
|
ὀργὰς ἐδιδάξατο, καὶ δυσαύλων
πάγων ὑπαίθρεια καὶ
δύσομβρα φεύγειν βέλη
|
παντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν
ἔρχεται
τὸ μέλλον· Ἅιδα μόνον
φεῦξιν οὐκ ἐπάξεται·
νόσων δ᾽ ἀμηχάνων φυγὰς
ξυμπέφρασται.
|
|
Σοφόν τι τὸ μηχανόεν
|
τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων,
τοτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει,
νόμους παρείρων χθονὸς
θεῶν τ᾽ ἔνορκον δίκαν
|
ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν
ξύνεστι τόλμας χάριν·
μήτ᾽ ἐμοὶ παρέστιος
γένοιτο μήτ᾽ ἴσον φρονῶν
|
ὃς τάδ᾽ ἔρδοι.
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου