Ἐν Ἰορδάνῃ ποταμῷ,
ἰδὼν σε ὁ Ἰωάννης
πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε,
Χριστὲ ὁ Θεός·
Τὶ πρὸς τὸν δοῦλον παραγέγονας,
ῥύπον μὴ ἔχων Κύριε;
εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός;
ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ.
Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς.
Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος.
Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου