Έχουμε, μεταξύ άλλων, τη Σύναξη των Αγίων Εβδομήκοντα Αποστόλων, τον άγιο νέο οσιομάρτυρα Ονούφριο, τους Αγίους 13 Βατοπαιδινούς Πατέρες, που τους έπνιξε και απαγχόνισε ο τότε παπόφιλος Πατριάρχης και τον άγιο Νικηφόρο τον λεπρό.
Είθε όλοι οι σημερινοί Άγιοι, να μας ελευθερώσουν από την επικρατούσα ψυχική λέπρα του φόβου, της ολιγοπιστίας και του πνευματικού σκοτασμού των αντίχριστων ημερών μας.
Διαβάστε επίσης:O Άγιος Νικηφόρος ο λεπρός και τυφλός και οι πραγματικά… τυφλοί !
ΕΜΦΑΝΙΣΗ ΑΓΙΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΛΕΠΡΟΥ - ΦΑΝΕΡΩΣΕ ΤΟ ΦΑΡΜΑΚΟ ΓΙΑ ΤΟΝ ΚΟΡΩΝΟΪΟ!
1 σχόλιο:
Νίκας Νικηφόρε κατὰ παθῶν, δώρησαί μοι πάτερ, ὑμνολόγῳ σου τῷ πτωχῷ, ἵνα ἐν τῷ βίῳ, καλῶς περιπατήσας, Χριστῷ εὐαρεστήσω, τῷ σὲ δοξάσαντι.
Νίκης τὸν ἐπώνυμον κατ' ἐχθροῦ, σὲ ὑμνολογοῦμεν, φίλε γνήσιε τοῦ Θεοῦ, λέπρας καθαιρέτην, ψυχῶν καὶ ἰατῆρα, σωμάτων ἀλγηδόνων, πάτερ πολύαθλε.
Λέπραν τῆς καρδίας μου τὴν δεινήν, ἴασαι εὐχαῖς σου, Νικηφόρε θαυματουργέ, πρὸς Θεοῦ τὸν Λόγον, δι’ ὅνπερ ὑπερλόγως, τὴν λέπραν τῆς σαρκός σου, μάκαρ ὑπήνεγκας.
Θεῖε Νικηφόρε ἐν πατρικῷ, οἴκῳ σου ἑστῶτες, ἀρυόμεθα δαψιλῶς, δύναμιν ἐξ ὕψους, καὶ χάριν τὴν ἁγίαν, Τριάδος ὑπερθέου, ἧς οἶκος γέγονας.
Σκίρτησον καὶ δόξασον τὸν Θεόν, ἐν ἀγαλλιάσει, Ἐκκλησία ἡ τῶν Κρητῶν· νέον γὰρ εὐχέτην, θερμὸν πρὸς τὴν Τριάδα, τὸν θεῖον Νικηφόρον, ἄρτι πεπλούτηκας.
Χαίρει Σηρικάριον ἐν Χριστῷ, τὸ ἐξανατεῖλαν, εὐωδέστατον ὡς βλαστόν, θεῖον Νικηφόρον, τὸν μέγαν ἐν Ὁσίοις, Κρητῶν τὸ κλέος νήσου, κόσμου τὸ καύχημα.
Ἦχος γ´. Θείας πίστεως.
Νίκης κρείττονος, μέτοχος ὤφθης, φέρων τρόπαιον, κατὰ τοῦ κόσμου, Νικηφόρε τῶν Κρητῶν ἐγκαλλώπισμα· τῆς γὰρ σαρκὸς τὰς ὀδύνας ὑπήνεγκας, καὶ θαυμασίων τὴν χάριν ἀπείληφας· ὅθεν πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, ἰάσασθαι ἡμῶν ψυχὰς καὶ σώματα.
Ἄνθος εὔοσμον, τοῦ Παραδείσου, νέον καύχημα, Κρητῶν τῆς νήσου, ἀνεδείχθης Νικηφόρε πολύαθλε, προσκαρτερῶν ταῖς εὐχαῖς καὶ δεήσεσι, χαίρων ἀεὶ δὲ ἐν πλείστοις παθήμασι· πάτερ ὅσιε ἐκ λέπρας ἡμᾶς ἰάτρευσον, ψυχὰς λυμαινομένης ταῖς πρεσβείαις σου.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐκ παθῶν νικώνυμε, τῶν ἀκαθάρτων, καὶ ψεκτῶν ἀνάστησον, τὴν πεπτωκυῖάν μου ψυχήν, ταῖς σαῖς εὐχαῖς καὶ δεήσεσι, τῷ ἀναστάντι, Χριστῷ ἐκ τοῦ μνήματος.
Δημοσίευση σχολίου