Τρίτη 22 Δεκεμβρίου 2020

ΣΤΙΧΗΡΑ ΠΡΟΕΟΡΤΙΑ ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΡΩΜΑΝΟΥ ΤΟΥ ΜΕΛΩΔΟΥ

Η εικόνα ίσως περιέχει: 3 άτομα

Κατ'αλφάβητον και στα τελευταία ΩΔΗ ΑΔΩ
 
Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην· ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
 
 Ἀνίσχει ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες, συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
 Βουνοὶ γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε· Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ παραγίνεται.
 
 Γῆθεν ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
 Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ ἐκ Κτίστῃ, ἥκοντι εἰς γῆν, Παρθένου ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀπαστράψωμεν, τρόμῳ καὶ χαρᾷ ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
 
 Ἐγγίζει ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει. Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.
 
 Ζῆλός τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς, δυνάσται ἐκλείψουσιν. 
 
 Ἡ δημιουργός, νῦν προέρχεται Σοφία, αἱ προφητικαί, διανίσχουσι νεφέλαι, ἡ χάρις αἰθριάζει, ἡ ἀλήθεια ἔλαμψε, παύεται αἰνίγματα σκιώδη, ἡ τῆς Ἐδὲμ ἠνοίγη πύλη, Ἀδὰμ χόρευε, ὁ πλαστουργὸς Θεὸς ἡμῶν, ἑκὼν πεπλαστούργηται.
  
Θεσπίσματα πληρῶν, Προφητῶν καὶ τὰς ὁράσεις, τίκτεται σαρκί, καὶ παχύνεται ὁ Λόγος, καὶ φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται. Τοῦτο συγκατάβασις ἡ ἄκρα! τοῦτο ἡ φρικτὴ οἰκονομία! δι' ἣν ψάλλομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
 Ἵνα τῆς φθορᾶς, τὸν ἰὸν ἀποκαθάρῃς, καὶ τὴν ἀρχικήν, ἀναπλάσῃς μοι εἰκόνα, σαρκοῦσαι καὶ θηλάζεις, καὶ σπαργάνοις ὁ νεύματι, πάντα περιάγων ἐνειλίσσῃ, τερατουργὲ ὑμνῶ σε Λόγε, βουλῆς Ἄγγελε, τῆς πατρικῆς, δι' ἧς ἐγώ, ἀπαθανατίζομαι.
 
 Κόλπων Πατρικῶν, οὐκ ἐκστὰς βροτὸς ὡράθης, καὶ Παρθενικαῖς, ἐποχούμενος ὠλέναις, τοὺς Μάγους ἐκ Περσίδος, δι' ἀστέρος ἐκάλεσας, ἄνακτα Θεὸν σε προσκυνοῦντας· πνεύματι χειλέων ἀσεβοῦντας, ἐθνῶν ἄρχοντας, ὃς ἀνελεῖς, καὶ ποιμανεῖς, λαὸν περιούσιον.
 
 Λόγος ὁ Πατρί, ὁμοούσιος ὑπάρχων, ἐκ παρθενικῶν, φυραθεὶς ἁγνῶν αἱμάτων, καὶ πλάττεται καὶ αὔξει, χρονικῷ διαστήματι, αὖθίς τε γεννᾶται ἐν Σπηλαίῳ, ἔκπληξις! ἀλλ' Ἄγγελοι κροτοῦσι, βροτοὶ μέλπουσιν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
 Μάντεως χρησμοί, Βαλαὰμ ἀποπληροῦνται· οἱ γὰρ Περσικαῖς, τερατείαις κεχηνότες, ἀστέρος ἀσυνήθους, τῇ ἐλλάμψει τὸν ἄδυτον, Ἥλιον Χριστὸν καταυγασθέντες, ἐν Βηθλεὲμ σωματωθέντα, Θεὸν ἄνακτα, καὶ ἐθελούσιον νεκρόν, τοῖς δώροις τεκμαίρονται.
 
 
Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐρρύη, λαοὶ κράξωμεν· Ὁ βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; πῶς ὁ πανταχοῦ ἐν τῷ Σπηλαίῳ; λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Ὁ τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος.
 
Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.
 
Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, Ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί· ἐξανθεῖ γάρ σου ἡ ῥίζα, ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος, κατὰ Βαλαὰμ ἔδεται Ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος. 
 
Τὸ προορισθέν, τῷ Πατρὶ πρὸ τῶν αἰώνων, καὶ προκηρυχθέν, τοῖς Προφήταις ἐπ' ἐσχάτων. Μυστήριον ἐφάνη, καὶ Θεὸς ἐνηνθρώπησε, σὰρκα προσλαβὼν ἐκ τῆς Παρθένου, κτίζεται ὁ Ἄκτιστος βουλήσει· ὁ Ὢν γίνεται, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Ὑμνῶ σε Βασιλεῦ, τὸν σπαργάνοις εἱληθέντα· λύεις γὰρ σειράς, τῶν ἐμῶν παραπτωμάτων· καὶ δόξῃ ἀκηράτῳ, καὶ ἀφθάρτῳ τιμήσας με, ὅλον τῷ Πατρὶ προσῳκειώσω, δημιουργῶν καὶ ἀναπλάττων· διὸ κράζομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Φῶς τὸ ἐκ φωτός, προϊὸν καὶ ἐκ Παρθένου, λάμψαν τοῖς ἐν γῇ, δι' Ἀστέρος κατιδόντες, οἱ Ἀστρολόγοι Μάγοι, Περσικὸν ἀπετίθεντο, σκότος καὶ ἀστρῷαν πᾶσαν πλάνην, καὶ ἐν χαρᾷ τῷ γεννηθέντι, Θεῷ ἔψαλλον· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
 
Χλόην ἐμμανῶς, τῶν Νηπίων ἐκθερίζει, ὑπὸ τῶν σοφῶν, ἐμπαιχθεὶς Ἡρῴδης Μάγων· καὶ χεῖρα μιαιφόνον, κατὰ σοῦ αἴρειν ᾤετο· ἀλλ' ἐπιδημεῖς τοῖς Αἰγυπτίοις, σκότος τὸ βαθύτατον διώκων, μεθ' ὧν ψάλλομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
 
Ψάλλων ὁ καινός, Ἰσραὴλ τὸ καινὸν ᾄσμα, ᾄδων, τὴν ᾠδήν, τὴν οὐράνιον ἐκείνην, εὐφράνθητι καὶ τέρπου, καὶ ἀγάλλου καὶ χόρευε· ἄγε δὴ φαιδρῶς τὰς Ἑορτάς σου, ὁ ἐκ Θαιμὰν Θεὸς σαρκὶ ἐφάνη, αὐτὸς μέλλει δέ, ἐν Ἰορδάνου ταῖς ῥοαῖς, ὡς ἄνθρωπος
 
Ὤφθης ἐπὶ γῆς, καὶ βροτοῖς συνανεστράφης, Καίσαρος θεσμοῖς, σὺν τοῖς δούλοις ἐπεγράφης· ἐπλάσθης, οὐκ ἐτράπης, ἀναλλοίωτος ἔμεινας, ὅλος ὢν Θεός, κἂν ἐσαρκώθης· Δόξα τῇ σοὶ οἰκονομίᾳ, τιμὴ αἴνεσις, μεγαλοπρέπεια καὶ νῦν, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν
 
Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.
 
Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.
 
Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.
 
ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
 
Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ τοῦ τόκου, ἴθι Ἰωσήφ, ἀπογράφου σὺν Μαρίᾳ, σεπτοτάτη ἡ φάτνη! θεοφόρα τὰ σπάργανα! ἔνθα ἡ ζωὴ ἐνειληθεῖσα, σειρὰς θανάτου διαρρήξει, ἐπισφίγγουσα, πρὸς ἀφθαρσίαν τοὺς βροτούς, Χριστὲ ὁ Θεὸς ἡμῶν.
 
Ὢ μακαριστή, τῆς θεόπαιδος κοιλία, ἥτις νοητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα. Ὢ μακαριστοὶ μαστοὶ Παρθένου, οὕσπερ θηλάσειεν ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ σάρξ παγείς, ἀνάνδρου Νεάνιδος.

2 σχόλια:

Ιωάννης Τσιλιμιγκάκης είπε...

Ῥώμην μοι παράσχου πνευματικήν, Ῥωμανὲ θεόφρον, ὁ ὑψόθεν χαριτωθείς, ἵνα ἐν τῷ βίῳ, πορεύωμαι ἐμφρόνως, ὑμνῶν ἐν ταπεινώσει, Χριστὸν τὸν Κύριον.

Ὅλην χιλιάδα ὑμνῳδιῶν, χάριτι ὑφάνας, ἐμελῴδησας θαυμαστῶς, Ῥωμανὲ θεόφρον, Τριάδος ὑπερθέου, τὰ θεῖα μεγαλεῖα, ὑφ’ ἧς δεδόξασαι.

Ῥώμης δεῦτε νέας τὸν στολισμόν, Ῥωμανὸν τὸν θεῖον, ἐπαινέσωμεν ἐν χορῷ, ῥώμην τὸν ἐξ ὕψους, πλουτήσαντα καὶ χάριν, εὐχὰς δ’ αὐτοῦ ἁγίας, νῦν ἐκζητήσωμεν.

Ἦχος γ´. Θείας πίστεως.

Ῥώμην ἄσυλον καταπλουτήσας, Ῥώμην νέαν τε καταστολίσας, Ῥωμανὲ τῶν μελῳδῶν ἡ ἀκρώρεια, ταῖς χρυσοπλόκοις μολπαῖς τῶν λογίων σου, τῆς οἰκουμένης κειμήλιον δέδειξαι· ὅθεν ἅπαντες τοῖς ὕμνοις ἐμμελετῶντές σου, Θεὸν τὸν σαρκωθέντα μεγαλύνομεν.

ἐμπεσῶν εἰς λάκκον τις είπε...

Δεν παίζεσαι
αδερφέ...!