Τρίτη 1 Δεκεμβρίου 2020

Ο Άγιος Γέροντας Πορφύριος ο Καυσοκαλυβίτης, ο Διορατικός

 


Άγιος Πορφύριος ο Καυσοκαλυβίτης


εορτάζει 2 Δεκεμβρίου



Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον, Οἰκουμένης ἀγλάϊσμα (πρώτη γραφή: πανελλήνων τὸν Γέροντα), τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον
καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον,
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ
καὶ πρεσβεύει ὅπως τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Μεγαλυνάριον.

Χαίροις χαρισμάτων ὁ θησαυρὸς καὶ τῶν ἰαμάτων ἡ πηγὴ ἡ θαυματουργός. Χαίροις ὁ προφήτης ὁ νέος Ἐκκλησίας, Πορφύριε, τρισμάκαρ, Ἄθωνος καύχημα.

 

η συνέχεια... 

1 σχόλιο:

Ιωάννης Τσιλιμιγκάκης είπε...

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Πορφυρίου τὴν μνήμην ἀνευφημήσωμεν, σημειοφόρου ὁσίου καὶ ἀπλανοῦς ὁδηγοῦ, καὶ ποιμένος ὀρθοδόξων οὐρανόφρονος, ὅτι πρεσβεύει ἐκτενῶς, τῷ Θεῷ ὑπὲρ ἡμῶν, μεγίστῃ ἐν παῤῥησίᾳ, ὅπως τύχωμεν σωτηρίας, τῆς αἰωνίου ἐν τῇ ἄνω Σιών.

Ἦχος γ´. Θείας πίστεως.
Πλήρης Πνεύματος, τοῦ παναγίου, ὤφθης ἔτεσιν, ἐν τοῖς ἐσχάτοις, ἐξαστράπτων ταῖς βολαῖς τῶν θαυμάτων σου, καὶ τῇ ἀγάπῃ σου θάλπων τὰ τέκνα σου, καὶ τοὺς προστρέχοντας πάντας τῇ σκέπῃ σου· ὅθεν ἅγιε, σημειοφόρε Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάρια
Βίον ἀγαπήσας τὸν ἐν Χριστῷ, Πορφύριε θεῖε, ἀπηρνήσω ἀπὸ παιδός, κόσμου τὰ ἡδέα, δραμὼν ἐν εὐφροσύνῃ, καὶ ἔρωτι ἐνθέῳ, εἰς Ὄρος Ἅγιον.

Τὸν σημειοφόρον τε καὶ σοφόν, μύστην τῶν ἀῤῥήτων, καὶ πατέρα πνευματικόν, κλέος τὸ τοῦ Ἄθω, φωστῆρα οἰκουμένης, Πορφύριον τὸν θεῖον, πόθῳ τιμήσωμεν.

Ζήσας ἐν τῷ μέσῳ μαρτυρικῶν, Πορφύριε πόνων, οὐκ ἐπαύσω δοξολογῶν, τῆς τρισυποστάτου, θεότητος τὸ κράτος, ὑφ’ ἧς ἐμαρτυρήθης, ἀνὴρ παντέλειος.