Πέμπτη 2 Ιουλίου 2020

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.


 

Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου , Ἦχος πλ. δ' 
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Κοντάκιον τῆς Ὑπεραγίας Θεοτόκου , Ἦχος δ' 

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Δεν υπάρχουν σχόλια: