Πέμπτη 28 Μαΐου 2020

Τῇ Πέμπτῃ τῆς ἕκτης Ἑβδομάδος ἀπὸ τοῦ Πάσχα, τὴν Ἀνάληψιν ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

 
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα, (Κεφ. Β', 2)
Τάδε λέγει Κύριος· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη, καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.
 
Ἀπολυτίκιον , Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
* * *
Σήμερα στό Ἅγιον Ὄρος ἑορτάζει ἡ Ἱερά Μονή Ἐσφιγμένου

Δεν υπάρχουν σχόλια: