Τρίτη 20 Ιανουαρίου 2026

Όσιος Ευθύμιος ο Μέγας - Ο Ήλιος τής Ερήμου!

 

Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου
Λῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος.

 Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες.
Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.

 Ἀπολυτίκιον 
Ἦχος δ’.
Εὐφραίνου ἔρημος ἡ σὺ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνήρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστέ ὁ Θεός, εἰρήνευσον τήν ζωήν ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχάς τῆς φύσεως.
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαράν ἡ κτίσις εὕρατο· καί ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τήν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καί ἀποκάθαρον ἁμαρτημάτων κηλίδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.

 


Δεν υπάρχουν σχόλια: