Δευτέρα 19 Ιανουαρίου 2026

Πανοπλίαν ἄμαχον, ἐνδεδυμένος θεόφρον, τὴν ὀφρὺν κατέσπασας, τῆς Δυτικῆς ἀνταρσίας, ὄργανον, τοῦ Παρακλήτου γεγενημένος, πρόμαχος, ὀρθοδοξίας προβεβλημένος· διὰ τοῦτό σοι βοῶμεν· χαίροις ὦ Μάρκε, ὀρθοδόξων καύχημα.

 Μπορεί να είναι εικόνα κείμενο

Ὁ Οἶκος.
Τίς ἀμοιβή; Τίς ἀνταπόδοσις ἀξία παρ’ ἡμῶν σοι προσενεχθήσεται, Μάρκε ἁγιώτατε; Σὺ γὰρ δι’ ἀσκήσεως προκαθαρθείς, θεολογίας γέγονας ὄργανον, καὶ ἱεράρχης χρηματίσας, ὑπὲρ τῆς πατρώας δόξης, πρὸς Δυτικοὺς ἠγωνίσω μέχρις αἵματος· τῶν τῇ κακοδοξίᾳ καταπεσόντων, ἀνάστασις γέγονας· τῶν παραπεσεῖν κινδυνευόντων, ἀσφάλεια· τῶν διεστώτων, ἕνωσις· καὶ πάντων ἁπλῶς τῶν Ἀνατολικῶν, ὀρθοδοξίας ἀνεδείχθης διδάσκαλος· διὰ τοῦτο κατὰ χρέος ἐκβοῶμέν σοι ἀπαύστως· χαίροις ὦ Μάρκε, ὀρθοδόξων καύχημα.
 
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.
Τὸ μεῖναι ἐντὸς Ὀρθοδοξίας ὅρων,
Ἀνατολικοῖς κλῆρος, ἐκ Μάρκου μόνου.
Εἰ μὴ Σαβαώθ, σπέρμα Ὀρθοδοξίας,
ἔδωκε Μάρκον, οὐκ ἂν ηὐσεβήσαμεν.
Τῇ δ’ ἐννάτῃ δεκάτῃ νόες ἔνθεν Μάρκον ἄειραν.