Σάββατο 20 Δεκεμβρίου 2025

Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

 

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν
 
Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία. 
 
Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι·καὶ φάτνῃ τῶν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ