
Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.
Ἦχος α' Ἀνατολίου
Φωστὴρ Ἰωάννη, στόμα χρυσεμφανές, ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, καὶ ἐνδιαίτημα Γραφῶν μυσταρχικῶν, σὺ τοῦ παναχράντου Ἁγίου Πνεύματος, ἀκήρατος θησαυρός ἐχρημάτισας· ὅθεν ἐπεύφρανας πᾶσαν Ἐκκλησίαν, σωτηριώδει σου λόγῳ ὑπαρκτικῷ· Παρρησίαν οὖν εὑράμενος πρὸς τὸν Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.
Ὁ αὐτὸς
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, Ἰωάννη Χρυσόστομε· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, Ἀρχιερέα τοῦ λαοῦ αὐτοῦ, ποιμαίνειν τὸ ποίμνιον αὐτοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Διὸ περιζωσάμενος τὴν ῥομφαίαν τοῦ δυνατοῦ, διέκοψας τὰς γλωσσαλγίας τῶν αἱρέσεων, καὶ νῦν μὴ παύσῃ πρεσβεύων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β' Τοῦ Στουδίτου
Σὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς μετανοίας τὸν κήρυκα, τὸ χρυσίπνοον στόμα τῆς χάριτος, ἀνευφημοῦντες πόθῳ δεόμεθα. Μετάδος ἡμῖν τῶν πρεσβειῶν σου Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Γεωργίου Νικομηδείας
Χρυσέοις λόγοις σου ἡ Ἐκκλησία, ὡς κόσμῳ χρυσῷ περικοσμηθεῖσα, Ἰωάννη Χρυσόστομε, νυμφικῶς χαίρουσα βοᾷ σοι, κεκόρεσμαι ἐκ σῶν χρυσοβρύτων ναμάτων, καταγλαϊσθεῖσα χρυσοφαέσι καὶ μελιχρύσοις πόμασιν· ἐκ πράξεως γὰρ εἰς θεωρίαν ἀνάγομαι, διὰ τῶν πραέων σου παραινέσεων· καὶ πρὸς Χριστὸν τὸν νοητὸν νυμφίον ἑνοῦμαι, συμβασιλεύουσα αὐτῷ· Διὸ καὶ ἡμεῖς συναθροισθέντες ἐν τῇ μνήμῃ σου κράζομεν· Μὴ ἀποκάμῃς δεόμενος, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Εἴληφας Ἱεράρχα, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ σαφῶς ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους· Πρέσβευε Χρυσόστομε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Ῥήμασι χρυσαυγεστάτοις, τὰ πέρατα σαφῶς κατήρδευσας, χρυσόρρυτον ἔχων τήν τε ψυχὴν καὶ τὸ σῶμα πανόλβιε, καὶ πάντα διαχρυσώσας τοῖς λόγοις σου, χρυσουργὲ τῶν δογμάτων σου, καὶ βίβλους συγγραψάμενος χρυσογραφικάς, ἀνέπτης εἰς οὐρανούς· Διὸ βοῶμέν σοι, Χρυσορρόα καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξα... Ἦχος ὁ αὐτὸς
Γερμανοῦ
Ἔπρεπε τῇ βασιλίδι τῶν πόλεων, Ἰωάννην αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικόν, καὶ χρυσήλατον σάλπιγγα, πάντα περιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν, πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν, πρὸς ὃν βοήσωμεν· Χρυσολόγε καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Σὲ τεῖχος κεκτήμεθα, Θεοτόκε ἄχραντε, καὶ εὔδιον λιμένα καὶ ὀχύρωμα· διὸ δεόμεθα, οἱ ἐν βίῳ χειμαζόμενοι· Κυβέρνησον καὶ διάσωσον ἡμᾶς.
