Δευτέρα 4 Αυγούστου 2025

Όσιος πατήρ Σάββας Αχιλλέως. Εθνικός ήρωας και επουράνιος Άγιος


Από τους πρωτεργάτες του απελευθερωτικού αγώνα της ΕΟΚΑ. Και μέγας Άγιος.
Άξιο παράδειγμα πίστεως και πατριωτισμού.
Συμπληρώνονται σήμερα 9 χρόνια από την κοίμησή του!

[...]Ἀλλ’ ὁ νέος οὗτος μᾶλλον τούτων ἐτέρπετο ὑπὸ τοῦ ἱεροῦ πόθου τῆς ἐλευθέρας Κύπρου. Αἱ ἀδικίαι τῶν Βρεττανῶν καὶ Ἀγαρηνῶν δυναστῶν τῆς νήσου οὐκ ἐφόβησαν αὐτόν, ἀλλ’ ἐνεδυνάμωσαν τὴν φιλοπατρίαν αὐτοῦ. Νέου ὄντος Βρεττανοὶ στρατιῶται εἰσέβαλον εἰς τὸ χωρίον αὐτοῦ καὶ ἥρπασαν τὸν ἑψημένον ἄρτον ἐκ τῶν μητέρων.

Τοιαῦτα οὖν βιώσας προθύμως ἐστρατολογήθη, τῇ εὐλογίᾳ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ Ἀναργύρου Σταματοπούλου καὶ τοῦ πατρὸς Σταύρου Παπαγαθαγγέλου, ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ πέμπτῳ (1955) ὑπὸ τῆς Ἐθνικῆς Ὀργανώσεως Κυπρίων Ἀγωνιστῶν πρὸς ἔνοπλον ἀγῶνα ὑπὲρ τῆς ἐλευθερίας καὶ ἑνώσεως τῆς Κύπρου μετὰ τῆς μητρὸς Ἑλλάδος.

Τοιαύτη ἦν ἡ πολεμικὴ αὐτοῦ δρᾶσις· πωλῶν καρποὺς εἰς τὴν μεγάλην ἀγορὰν τῆς Λευκωσίας, μυστικῶς καὶ σωφρόνως ἐνεργῶν, ἔκρυπτε ὅπλα εἰς τοὺς καρποὺς καὶ ἐμάνθανε ἀγγελίας περὶ τὰς Βρεττανικὰς στρατιωτικὰς δυνάμεις, ἃς ἀνήγγελλε τοῖς συναγωνισταῖς αὐτοῦ. Πρὸς τοῖσδε ἐστρατολόγει νέους ἀγωνιστάς.

Προδοθεὶς δὲ ἀνεχώρησεν εἰς τὸ ὄρος Τρόοδος ἐντεταγμένος εἰς ἔνοπλον σῶμα, τὸ ἐπονομαζόμενον «Οὐρανός». Οἱ συστρατιῶται ψευδωνύμως ἀπεκάλουν αὐτὸν «Ἀσκληπιόν», ὅτι ἦν ὁ ἰατρὸς τῶν τραυματιῶν, παραμυθούμενος καὶ θεραπεύων αὐτούς.

Ὁ ἀρχηγὸς τῶν Κυπρίων μαχητῶν, ὁ Διγενής, ἤτοι ὁ Γεώργιος Γρίβας, ἐπιγινώσκων τὴν τοῦ Σάββα ἐχεμύθειαν καὶ σωφροσύνην, ἐμηχανεύσατο ἓν τέχνασμα κατὰ τῶν Βρεττανῶν. Πειθόμενος δὲ τῷ ἀρχηγῷ ὁ Σάββας, ἐνεδύθη τὸ μοναχικὸν ῥάσον καὶ μετέβη εἰς τὴν Ἱερὰν Μονὴν Παναγίας τοῦ Κύκκου. Ἐκεῖ οὖν προσεποιεῖτο μὲν μονάζειν, ἀλλὰ τῷ ὄντι ἦν ἀγγελιαφόρος μυστικὸς τοῦ ἀρχηγοῦ.

Τῷ μηνὶ Μαΐῳ ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἕκτῳ (1956) Βρεττανοὶ στρατιῶται περιεκύκλωσαν τὴν Ἱερὰν Μονὴν ζητοῦντες τὸν ἀρχηγὸν Γεώργιον Γρίβαν. Τότε ἐγένετο ἓν θαῦμα·
Ὁ ὅσιος Σάββας ἐζήτει, ἐν πίστει προσευχόμενος, τόπον ἀσφαλῆ διὰ τὰς ἐπιστολὰς τοῦ ἀρχηγοῦ. Τότε δὲ ἤκουσεν ἐκ τῆς ἱερᾶς εἰκόνος τῆς Θεοτόκου γλυκείας φωνῆς λεγούσης· εἰς τοῦτο τὸ σημεῖον. Προσκυνήσας δὲ τὴν εἰκόνα εἶπε· ὦ Παναγία, βοήθει μοι. Δίδωμι τῇ ἀγκάλῃ σου τὰ πολυτιμότερα τοῦ ἀγῶνος ἡμῶν. Δέομαι οὖν σου, φύλαξον ταῦτα. Τότε δὲ ὁρμησάμενοι οἱ ἐχθροὶ ἐντὸς τοῦ ἱεροῦ ναοῦ, ἐβεβήλωσαν αὐτὸν βλασφημοῦντες καὶ ἄγοντες τοὺς κύνας αὐτῶν κάτωθεν τῆς Ἁγίας Τραπέζης πρὸς ἔρευναν τῆς κρύπτης τοῦ ἀρχηγοῦ.

Ἀλλ’ ὁ δικαιοκρίτης Κύριος ἔδωκεν αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν, ὅτι ἕτερον θαῦμα ἐγένετο· οἱ ἐχθροὶ εἶδον γυναῖκα μαυροφόρον ἐπιβαίνουσαν εἰς ὄνον καὶ ὁδεύουσαν ἐπί τινος δρομίσκου δυτικῶς τῆς Ἱερᾶς Μονῆς πρὸς τὸ δάσος. Νομίσαντες ταύτην ἀγγελιαφόρον τοῦ ἀρχηγοῦ Διγενοῦς, κατεδίωξαν αὐτήν. Ἀλλ’ ἡ γυνὴ ἐγένετο ἀόρατος. Τότε δὲ οἱ βέβηλοι Βρεττανοί, οὐκ ἐννοοῦντες ὅτι ἡ γυνὴ αὕτη ἦν ἡ Παναγία, ἔβαλον πῦρ, ἵνα κατακαύσωσι τὴν ἀόρατον γυναῖκά τε καὶ τοὺς Κυπρίους μαχητάς. Τότε δὲ ὁ πνέων ἄνεμος ἐστράφη εἰς τοὺς Βρεττανούς, εἰς τὰ ὅπλα καὶ εἰς τὰ ὀχήματα αὐτῶν, καὶ αἱ πύριναι γλῶσσαι κατέκαυσαν ἅπαντα, καὶ δὴ τὰς βλασφήμους γλώσσας τῶν ἐχθρῶν.
Τῇ δεκάτῃ ἐνάτῃ τοῦ μηνὸς Ἰουλίου τοῦ αὐτοῦ ἔτους εἰσέβαλον πάλιν ἐν τῇ Ἱερᾷ Μονῇ Παναγίας τοῦ Κύκκου Βρεττανοὶ ἔχοντες σὺν αὐτοῖς τινα προδότην. Οὗτος ὁ προδότης οὐχ ὑπέμεινεν ἄχρι τέλους τὰς φρικτὰς βασάνους καὶ προὔδωκε τὴν δρᾶσιν τοῦ ὁσίου. Ὁδηγηθεὶς δὲ ὁ ὅσιος εἰς τὴν ἐν Πλάτραις εἱρκτὴν συνήντησε τῷ δυστύχῳ προδότῃ, ὅστις κλαίων πικρῶς εἶπε τῷ ὁσίῳ· ''ἐγὼ προὔδωκά σε διὰ τὰς ἀκαταπαύστους βασάνους''. Τότε δὲ ὁ ὅσιος Σάββας σπλαγχνισθεὶς τὸν μετανοοῦντα εἶπεν αὐτῷ· οὐ μνησικακῶ σοι. Πρόσχες μὴ πάλιν τὸ αὐτὸ πράξῃς.

Μιμούμενος οὖν ὁ ὅσιος πατὴρ τὸν Χριστὸν καὶ τοὺς ἁγίους οὐκ εἶχε κακίαν, ἀλλὰ πνεῦμα θυσίας καὶ προσευχῆς, ὑπομένων ἐν σιωπῇ τὰ τῶν Βρεττανῶν δυναστῶν μαρτύρια. Παραμυθίαν ἔχων τὰ τοῦ Γυμνασίου μαθήματα, προθύμως ἐδιδάχθη ταῦτα ἐν τῇ εἱρκτῇ ὑπό τινων συναγωνιστῶν, οἵτινες ἦσαν διδάσκαλοι.

Καὶ ὃ μὲν ἐκάλυπτε τὴν πολεμικὴν αὐτοῦ δρᾶσιν, ἥτις ἀβέβαιος ἐφαίνετο τοῖς ἐχθροῖς, τοῦτο δ’ ἐφανέρου τὸν βέβαιον πόθον τῆς ἱερωσύνης, ἤτοι τὸ μοναχικὸν ῥάσον, ὃ ἐνεδιδύσκετο.
 Οὗτος ὁ πόθος ἐνεδυναμώθη καὶ ὑπὸ τοῦ ὁράματος τούτου· διστάζων περὶ τῆς ἱερωσύνης, ἐφανερώθη τῷ ὁσίῳ στῦλος πυρὸς ἐκ γῆς ἄχρι οὐρανοῦ, ὅστις ἐδήλου τὸ ὕψος καὶ τὴν δύναμιν τῶν ἱερατικῶν εὐχῶν.
 Φοβούμενος δὲ ὁ ὅσιος εἶπε· ὦ Θεέ μου, τίς δύναται εἰσελθεῖν καὶ ἐξελθεῖν ἀβλαβὴς ἐκ τῆς καμίνου ταύτης; Ὦ Θεέ μου, ὦ Παναγία μου, προτιμότερόν μοί ἐστιν μὴ ἆραι τοιοῦτον ἀβάστακτον βάρος. 
Τότε δὲ ἠκούσθη ἐκ δεξιῶν αὐτοῦ φωνὴ γλυκυτάτη· ὦ τεκνίον, ἐὰν σύ, ὃν ὁ Υἱός μου διεφύλαξεν ἐν ψυχῇ καὶ σώματι ἁγνὸν, οὐχ ὑπηρετήσῃς τῷ Θεῷ, τίς τοῦτον ὑπηρετήσῃ; Ὁ πόρνος, ὁ μοιχός, ὁ κυβευτής, ὁ μέθυσος, ὁ βλάσφημος, ὁ ἄπιστος; 
 Τότε δὲ ἐν ἀπορίᾳ ὢν ὁ ὅσιος εἰ γένοιτ’ ἂν ἔγγαμος ἢ ἄγαμος ἱερεύς, φωνῆς ἤκουσε πάλιν λεγούσης·
 ὦ τεκνίον, ἄνοιξον τὴν Βίβλον τοῦ Υἱοῦ μου, καὶ οὗτος δείξει σοι τὸν δρόμον.
 Ποιήσας δὲ ὁ ὅσιος Σάββας τὸ σημεῖον τοῦ Σταυροῦ, προσεκύνησεν εὐλαβῶς τὴν Ἁγίαν Γραφὴν καὶ ἤνοιξεν αὐτήν. 

Ἡ Γραφὴ ἀνεῴχθη ἐν τῷ δεκάτῳ τετάρτῳ κεφαλαίῳ τῆς Ἀποκαλύψεως τοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ ὁ ὅσιος πατὴρ ἀνέγνω· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. Οὕτως οὖν ὁ Κύριος ἔδειξε τῷ ὁσίῳ Σάββᾳ τῆς ἁγιότητος τὸν δρόμον. Ἐπεὶ δὲ ἦν ταπεινός, οὐκ ἔλεγεν ὅτι αὐτὸς εἶδε τὸ ὅραμα τοῦτο, ἀλλ’ ἄλλος τις μοναχός, ὁ πατὴρ Βίκτωρ.

Τῆς Κύπρου ἐλευθερωθείσης ἐν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ πεντηκοστῷ ἐνάτῳ (1959) ὁ ὅσιος Σάββας χειροτονεῖται ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄ διάκονος[...] και εν ἔτει χιλιοστῷ ἐνακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ (1964) χειροτονεῖται πρεσβύτερος ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κύπρου Μακαρίου Γ΄[....]

 πηγή

Ο Όσιος Πατήρ ημών Σάββας Αχιλλέως, ο των δαιμόνων διώκτης.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ποίημα Αθανασίου Κυπραίου (ἐξ Ἀθηνῶν)

Τῇ πατρίδι, τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι,* Σάββα, ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας∙* νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ* ἐπάταξας δαιμόνων τὴν ὁρμήν·* τῶν πατέρων, ἀποστόλων καὶ προφητῶν* τὰ ῥήματα ἐκήρυξας.* Χαίροις, τῆς Κύπρου βλάστημα σεπτόν·* χαίροις, πιστῶν ἡ ἀντίληψις·* χαίροις, ὁ ταῖς εὐχαῖς σου πρὸς Θεὸν* βρύων ἰάματα.