Τρίτη 18 Μαρτίου 2025

Αγιον Όρος Ι.Μ.Δοχειαρίου_ Δοξαστικό Αποστίχων Παναγίας Γοργοϋπηκόου



Δεῦτε ἅπαντες πιστοί, τὰ παμφαῆ μεγαλεῖα τῆς Θεοτόκου δοξάσωμεν· ὡς γὰρ πύλη τοῦ ἀΰλου φωτός, πρὸς ἀποῤῥήτων ἀναβάσεων μύησιν, ἀνάγει καὶ εἰσάγει, τοὺς ἐντρυφῶντας ἐν τοῖς θαύμασιν Αὐτῆς· ἐλλαμφθῶμεν οὖν ταῖς φρεσίν, οἱ τῷ φωτὶ αὐτῆς πορευόμενοι· ἰδοὺ γὰρ παραγίνεται, ἑνὶ ἑκάστῳ χορηγοῦσα, ἀγαθοποιοὺς δωρεάς· ὁ ἔμψυχος οὐρανός, ἡ χρυσοφαὴς λυχνία, ὁ ἐπηρμένος τοῦ Δεσπότου Θρόνος, ἡ περίβλεπτος καὶ περιώνυμος πόλις, ἐν ᾗ τὸ ἀκατάληπτον μυστήριον, τῆς τοῦ Λόγου κενώσεως τετέλεσται, εἰς ἀνάπλασιν ἡμῶν, καὶ ζωὴν αἰώνιον.