Ἀπολυτίκιον τοῦ Ὁσίου Συμεών, Νέου Θεολόγου. (Νικοδήμου Ἁγιορείτου)
Ἦχος γ´. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεὼν πάτερ, εἰσδεξάμενος ἐν τῇ ψυχῇ σου, φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος, διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν χάριν Πνεύματος. Αυτῷ ἐκτενῶς ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Συμεών Νέου Θεολόγου. (Νικοδήμου Ἁγιορείτου)
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Τῆς θύραθεν σοφίας προϋπάρχων ἀμύητος, τῆς ἐνθέου καὶ ταύτης πλήρης γέγονας ὕστερον, καὶ νέος Θεολόγος ἀληθῶς, τοῖς πᾶσιν ἐγνωρίσθης Συμεών· διὰ τοῦτό σου τὴν μνήμην Πάτερ σοφέ, τιμῶντές σοι ἐκβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου