Κυριακή 2 Φεβρουαρίου 2025

Ἀνατολίου Οἱ δέ, Ἀνδρέου Ἱεροσολυμίτου .

Μπορεί να είναι εικόνα κείμενο 

 

 Από την Λιτή

Σήμερον Συμεὼν ὁ πρεσβύτης
ἐν τῷ Ναῷ εἰσέρχεται
χαίρων τῷ πνεύματι
τὸν Νομοδότην Μωσέως
καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι·
ἐκεῖνος μέν
διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς
θεόπτης ἠξίωτο
καὶ κεκαλυμμένῳ προσώπῳ
τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας
διήλεγξεν.
οὗτος δέ
τὸν προαιώνιον Λόγον τοῦ Πατρός σωματωθέντα ἐβάστασε
καὶ τῶν Ἐθνῶν
ἀπεκάλυψε τὸ φῶς
τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν.
Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται
τὸν Σωτῆρα λυτρωτὴν
τοῦ Ἰσραὴλ κηρύττουσα.
Αὐτῷ βοήσωμεν.
Χριστὲ ὁ Θεὸς ἡμῶν
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Δεν υπάρχουν σχόλια: