Ιδιόμελο στιχηρό τῶν Αἶνων, Κυριακή τῆς Τυρινῆς, Ἦχος πλ. α’
Ἦχος πλ. α’. Ε.Γ.Μ.
Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος τῆς νεκρώσεως τὴν δοράν ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με εὐσπλαγχνίαν φορέσας τῆς δουλείας τοῦ ἐχθροῦ ἀνακάλεσαι καὶ σῶσον με. Τοιχογραφία από το Ιερό Παρεκκλήσιο του Αγ. Νικολάου Ρέζα Καστοριάς