Τρίτη 24 Δεκεμβρίου 2024

ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ

 

Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι·καὶ φάτνῃ τῶν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.
 
 Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Δεν υπάρχουν σχόλια: