Ἐν Πνεύματι Ἀγίῳ τὸν Ζῶντα Χριστὸν ἑωρακώς, τὸ περισσὸν τῆς ζωῆς εἴληφας, Σιλουανὲ ὁσιώτατε. Καὶ σύμμορφος γενόμενος τῆς εἰκόνος Αὐτοῦ, ἀνώρθωσας πολλὰς ἰγνύας παραλελυμένων, τῆς ἁμαρτίας τῷ δυσβαστάκτῳ βάρει, καὶ ἐμπειρίᾳ βιώσας τὴν ἀνάστασιν τῆς ψυχῆς, τὴν εἰς Θεὸν πίστιν ἑδραιοτέραν εἰργάσω, περιλαμπόμενος τῷ Θαβωρίῳ φωτί. Διὸ τούτου κήρυξ Πάτερ γέγονας, οὕτως οἰκονομήσαντός σοι τοῦ Θεοῦ, καὶ παρ' ἡμῶν δέχῃ εὐγνωμοσύνης τὰ ψελλίσματα, ἀνθ΄ ὧν παράσχου ταῖς ἀηττήτοις σου εὐχαῖς, τὴν Χάριν τοῦ Πνεύματος.