Δευτέρα 13 Μαΐου 2024

Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει

 Μπορεί να είναι εικόνα 1 άτομο

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.
Στὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Δεν υπάρχουν σχόλια: