Κατά την ενδεκάτην του παρόντος (Δεκεμβρίου μηνός), ει τύχοι εν Κυριακή, ή τη πρώτη μετ’ αυτήν ερχομένη, δια το εγγίζειν την του Κυρίου ημών Ιησού Χριστού Γέννησιν, μνείαν ποιούμεθα των προ Νόμου και εν Νόμω κατά σάρκα Προπατόρων Αυτού.
Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.( Aνατολίου)
Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ' ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας, Ζαχαρίαν καὶ τὸν Βαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.( Γερμανού)
Από το ΜΗΝΑΙΟ Δεκεμβρίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου