Παρασκευή 9 Ιουνίου 2023

ΥΠΟΜΝΗΜΑ ΕΚ ΤΟΥ ΣΥΝΑΞΑΡΙΣΤΟΥ ΤΟΥ ΟΣΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ περὶ τοῦ Ἁγίου Κυρίλλου Ἀλεξανδρείας

Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.

Ὑπόμνημα τῆς ΙΗ´ Ἰανουαρίου.
Ὁ Ἅγιος Κύριλλος ἦτο ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ ἐν ἔτει υιε´ [415], ἀνεψιὸς ὢν Θεοφίλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, καὶ τοῦ θρόνου αὐτοῦ γενόμενος διάδοχος. Οὗτος ἐστάθη ἔξαρχος καὶ προστάτης τῆς ἐν Ἐφέσῳ ἁγίας καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου, τῆς ἐν ἔτει υλα´ [431] συγκροτηθείσης, καὶ τὸν δυσσεβῆ καθεῖλε Νεστόριον, ὁ ὁποῖος βλάσφημα πολλὰ κατὰ τῆς Ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου, ὁ κακόδοξος ἐδογμάτισε. Μὲ πολλὰ δὲ κατορθώματα καὶ ἀρετὰς ὁ Ἅγιος οὗτος Κύριλλος διαλάμψας, πρὸς Κύριον ἐξεδήμησε.
Ὀλίγον τι εἶχε πλέον εὔμορφον τὸ χρῶμα τοῦ προσώπου, εἶχε τὰ ὀφρύδια δασέα καὶ μεγάλα καὶ στρογγυλὰ μὲ εὐαρμοστίαν. Ἦτον μακρομύτης, εἶχε τὰ μάγουλα μακρά, καὶ τὰ χείλη παχέα, ἦτον φαλακρός, εἶχε τὸ μέτωπον μικρόν, καὶ τὸ γένειον δασὺ καὶ μακρόν, εἶχε τὰ μαλλία συνεστραμμένα καὶ σκαντζουρά, ἦτον ὀλίγον ξανθός, εἶχε τὰς τρίχας μεμιγμένας, ἤτοι ἄσπρας μὲ μαύρας. Τελεῖται δὲ ἡ Σύναξις αὐτῶν ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.
Σημειοῦμεν ἐδῶ, ὅτι ἡ κυρία μνήμη τῆς τελευτῆς τοῦ Ἁγίου Κυρίλλου, δὲν εἶναι σήμερον, ἀλλὰ κατὰ τὴν ἐνάτην τοῦ Ἰουνίου μηνός. Σήμερον δὲ εἶναι μόνον ἡ μνήμη τῆς φυγῆς τοῦ Ἁγίου, ὡς δηλοῖ τὸ δίστιχον τοῦτο, δηλαδὴ τῆς ἀπὸ Ἀλεξανδρείας εἰς Ἔφεσον ἴσως ἀναβάσεως αὐτοῦ. Ἀξία γὰρ ἑορτῆς ἐκρίθη ἡ τοιαύτη τοῦ Ἁγίου φυγή, διατὶ ἐστάθη αἰτία πολλῶν ἀγαθῶν εἰς τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ. Καθότι δι᾿ αὐτῆς, ἡ μὲν ἁγία καὶ Οἰκουμενικὴ Τρίτη Σύνοδος συνεκροτήθη, ἡ τοῦ Νεστορίου βλάσφημος αἵρεσις ἐξωστρακίσθη, καὶ ἡ Ὀρθοδοξία τῆς πίστεως εἰς τὴν οἰκουμένην ἐκηρύχθη. Τὸ δὲ σιγῆς ὁποῦ εὑρίσκεται ἐν τοῖς τετυπωμένοις Μηναίοις ἀντὶ τοῦ φυγῆς, τυπογραφικὸν σφάλμα ἐστίν.
Ὑπόμνημα τῆς Θ´ Ἰουνίου.
Τὸν κατὰ πλάτος Βίον τοῦ Ἁγίου τούτου Κυρίλλου, ὅστις ἤκμασε κατὰ τὸ υκ´ [420] ἔτος, ὅρα εἰς τὸ Νέον Ἐκλόγιον, τὸν ὁποῖον ἡ ἐμὴ ἀδυναμία μετέφρασεν βέλτιον, καὶ εἰς ἣν ὁρᾶται τελειότητα ἤγαγεν. Ὁμοίως ὅρα περὶ τοῦ Ἁγίου τούτου, καὶ εἰς τὴν δεκάτην ὀγδόην τοῦ Ἰανουαρίου. Σημειοῦμεν δὲ ἐνταῦθα, ὅτι ἡ καθ᾿ αὑτὸ καὶ κυρία μνήμη καὶ κοίμησις τοῦ Ἁγίου τούτου, ἑορτάζεται σήμερον. Εἰς δὲ τὴν δεκάτην ὀγδόην τοῦ Ἰανουαρίου μηνός, δὲν ἑορτάζεται ἡ μνήμη τῆς κοιμήσεως καὶ τελευτῆς του, ἀλλὰ ἡ μνήμη τῆς φυγῆς του. Δηλαδὴ τῆς ἀπὸ τῆς Ἀλεξανδρείας εἰς Ἔφεσον ἴσως ἀναβάσεώς του. Ἀξία γὰρ ἑορτῆς ἐκρίθη ἡ τοιαύτη τοῦ Ἁγίου φυγή, διατὶ ἐστάθη αἰτία πολλῶν ἀγαθῶν εἰς τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ. Καθότι δι᾿ αὐτῆς, ἡ μὲν ἁγία καὶ Οἰκουμενικὴ Τρίτη Σύνοδος συνεκροτήθη, ἡ δὲ τοῦ Νεστορίου βλάσφημος αἵρεσις ἐξωστρακίσθη, καὶ ἡ Ὀρθοδοξία τῆς πίστεως εἰς τὴν οἰκουμένην ἐκηρύχθη. Μαρτυροῦσι δὲ τοῦτο, καὶ ἄλλα πολλά, μάλιστα δὲ οἱ ἐν τῇ δεκάτῃ ὀγδόῃ τοῦ Ἰανουαρίου εὑρισκόμενοι στίχοι οὗτοι.
Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,
Ἀλλ᾿ οὐ τελευτῆς τῆς ᾀειμνήστου κτίσις.
Τὸ δέ, σιγῆς (ἀντὶ φυγῆς) εὑρισκόμενον ἐν τοῖς τετυπωμένοις Μηναίοις, τυπογραφικὸν σφάλμα ἐστίν. Ὅτι δὲ ἐξ ἀντιστρόφου, σήμερον εἶναι ἡ καθ᾿ αὑτὸ μνήμη τῆς κοιμήσεως τοῦ Ἁγίου, μαρτυροῦσι καὶ τοῦτο οἱ ἀνωτέρω στίχοι τοῦ Χριστοφόρου Πατρικίου Μυτιληναίου.
Τούτου τοῦ Ἁγίου τὴν Ἀκολουθίαν ἀνεπλήρωσεν ἡ ἐμὴ ἀδυναμία, καὶ τελείαν αὐτὴν ἀπειργάσατο. Οὐ γὰρ ἔκρινα εὔλογον νὰ μὴ μεταδώσω εἰς τὸ κοινὸν διὰ τοῦ τύπου, τοιούτου μεγάλου Πατρὸς τροπάρια. Περὶ τοῦ Ἁγίου Κυρίλλου τούτου γράφει ὁ Εὐεργετινός, σελ. 453, ὅτι ἠρώτησεν αὐτὸν ἕνας ἀδελφός, ὅστις ἐνωχλεῖτο ἀπὸ τοὺς λογισμοὺς τῆς πορνείας, λέγων· τί ποιήσω Πάτερ; Καὶ ἀπεκρίθη αὐτῷ ὁ Ἅγιος· ἀνίσως δὲν ἔχῃς λογισμούς, ἔχεις τὴν πρᾶξιν, ἤτοι ἀνίσως δὲν ἀντιστέκεσαι εἰς τοὺς αἰσχροὺς λογισμούς, φανερὸν ὅτι πράττεις αὐτούς, καὶ διὰ τοῦτο δὲν ἐνοχλεῖσαι πλέον ἀπὸ αὐτούς. Διατὶ ἐκεῖνος ὁποῦ τελειόνοι διὰ τοῦ ἔργου, ὅσα οἱ λογισμοὶ τοῦ ὑποβάλλουσιν, αὐτός, πῶς θέλει ἐνοχλεῖται ἀπὸ αὐτούς; Εἶπε δὲ ὁ Ἅγιος πρὸς τὸν ἀδελφόν· μήπως ἔχῃς συνομιλίαν καὶ συναναστροφὴν μὲ γυναῖκα; Ὁ ἀδελφὸς ἀπεκρίθη, οὐχί, ἀλλ᾿ οἱ λογισμοί μου, εἶναι παλαιοὶ καὶ νέοι ζωγράφοι (ἤγουν αἱ ἐνθυμήσεις καὶ τὰ εἴδωλα τῶν λογισμῶν, εἶναι ὁποῦ μὲ ἐνοχλοῦσιν, αἱ ὁποῖαι ἐνθυμήσεις, εἶναι μὲν παλαιοὶ ζωγράφοι, καθότι παλαιὰ ἔφθασαν νὰ τυπωθοῦν εἰς τὴν φαντασίαν μου· εἶναι δὲ καὶ νέοι ζωγράφοι, καθότι συνεχῶς διὰ τῆς προλήψεως ἢ προσβολῆς, νεάζουν καὶ ἀνακαινίζονται εἰς τὴν φαντασίαν μου). Ἀπεκρίθη αὐτῷ ὁ Ἅγιος· νεκροὺς μὴ φοβῆσαι, ἀλλὰ τοὺς ζωντανοὺς φεῦγε, καὶ ἐκτείνου μᾶλλον εἰς προσευχήν. Καὶ νεκροὺς μέν, ὠνόμασεν ὁ θεῖος Πατήρ, τὰς παλαιὰς ἐνθυμήσεις τῶν ἀπόντων προσώπων, ὁποῦ εἶδέ τινας. Ζωντανοὺς δέ, τὰς συνομιλίας καὶ συναναστροφὰς τῶν παρόντων ζώντων προσώπων, ἀπὸ τὰ ὁποῖά τινας σκανδαλίζεται. Σημείωσαι, ὅτι εἰς τὸν μέγαν τοῦτον Κύριλλον ἐγκώμιον γλαφυρώτατον ἔπλεξεν ὁ ὑπερφυὴς Ζωναρᾶς, οὗ ἡ ἀρχή· «Ἄρδει μὲν ὁ πολυχεύμων Νεῖλος, ὁ ποταμὸς ὁ Αἰγύπτιος».
 
 (Σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῷ τετάρτῳ Πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου, καὶ ἐν τῇ τοῦ Διονυσίου, ἀλλὰ δὴ καὶ ἐν τῇ τῶν Ἰβήρων.)

Δεν υπάρχουν σχόλια: