Τετάρτη 8 Μαρτίου 2023

Όσιος Θεοφύλακτος Επίσκοπος Νικομήδειας


Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος,
Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ.
Ἤλυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι.


Ἀπολυτίκιον 
Ἦχος γ’. Θείας πίστεως.
Φύλαξ ἄγρυπνος, τῆς Ἐκκλησίας, καὶ καθαίρεσις, τῆς δυασεβείας, Ἱεράρχα Θεοφύλακτε πέφηνας, τοῦ γὰρ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, ὑπερορίας καὶ θλίψεις ὑπέμεινας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’. Τούς ἀσφαλεῖς.
Ὡς ἀῤῥαγῆ, Ὀρθοδοξίας πρόμαχον, καί ἰσχυρόν, κακοδοξίας ἔλεγχον, εὐφημοῦμεν και βοῶμέν σοι, Ἱερομύστα Θεοφύλακτε, ἐκ πάσης ἐπηρείας διαφύλαττε, τοὺς πίστει ἑορτάζοντας τήν μνήμην σου, πρεσβεύων σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δεν υπάρχουν σχόλια: