Κυριακή 20 Ιουνίου 2021

Όσιος Εύγνωστος - Άγνωστος Αγιορείτης Ασκητής


 

Προ ετών Αγιορείτης Γέροντας ανηφόριζε προς τον Άθωνα. Σε κάποιο σημείο της διαδρομής αισθάνθηκε άρρητη ευωδία, η οποία εξήρχετο εξ ενός σπηλαίου. Εισήλθε στο σπήλαιο ο Γέροντας και ανεκάλυψε λείψανα χαριτόβρυτα και ευωδιάζοντα. Μεγάλο τεμάχιο έδωσε ως ευλογία σε πνευματικό αδελφό και φίλο μου. Το λείψανο ευωδιάζει και θαυματουργεί. Έχουμε ήδη καταγράψει δύο γεννήσεις αγοριών, θεραπείες καρκινοπαθών και έτερα πολλά. Επειδή δεν ήθελα να ονομάζουμε Άγνωστο τον Άγιο, τον ονόμασα Εύγνωστο.


Αθωνας | blog open road

Ἀπολυτίκια

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Διαπρέψας ἀσκήσεως ἐν τῷ σκάμματι, δι' εὐωδίας ἀῤῥήτου ἐμαρτυρήθης Θεῷ, καὶ χαρίσματι κεκόσμησαι ἰάσεων· ὅθεν τιμῶμέν σε πιστῶς, προσκυνοῦντες εὐλαβῶς, τὸ τίμιον λείψανόν σου, θεῖε Εὔγνωστε ἐκζητοῦντες, σωμάτων ἴασιν καὶ ῥῶσιν ψυχῶν.

 

Εὐωδία Κυρίου ὡς ὄντως δέδειξαι, τῇ ταπεινῇ σου ἀσκήσει ἁγιορεῖτα σεπτέ· ὅθεν χάριτος ἐπλήσθη σου τὸ λείψανον, καὶ θαυμασίων προχοάς, ἐκπηγάζει δαψιλῶς, αὐτῷ τοῖς προσερχομένοις, μετὰ πίστεως ἀκραδάντου, καὶ προσκυνοῦντας μετὰ πόθου ψυχῆς.

 

Ἦχος γ´. Θείας πίστεως.

Γνῶσιν ἄσυλον καταπλουτήσας, Ὄρος Ἅγιον κατακοσμήσας, εὐωδίᾳς διἀῤῥήτου κεκόσμησαι, θεομακάριστε ὅσιε Εὔγνωστε· ὅθεν σεπτῷ σου λειψάνῳ προσπίπτομεν, τῷ παρέχοντι πλουσίως Θεοῦ τῇ χάριτι, ὑγείαν τῆς ψυχῆς τε καὶ τοῦ σώματος.

 

Μεγαλυνάρια

Διὰ πολιτείας ἀσκητικῆς, εὔγνωστος ἐδείχθης, τῷ Κυρίῳ καὶ ἀρετῆς· ὅθεν τὰ ὀστᾶ σου, ἐπλήσθη εὐωδίας, Θεῷ μὲν ἐγνωσμένε, ἡμῖν δὲ ἄγνωστε.

 

τῆς εὐωδίας σου ἀσκητά, τῆς ἐξερχομένης, ἐκ σπηλαίου ἀθωνικοῦ, καὶ τῆς παῤῥησίας, ἐν καθικετεύεις, Χριστὸν εἰς τὸ ἰᾶσθαι, ψυχὰς καὶ σώματα.

 

Παραλύτοις ἴασιν χορηγεῖς, καὶ καρπὸν κοιλίας, ἀτεκνούσαις ταῖς γυναιξί, ῥῶσιν ἐκ καρκίνου, καὶ νόσων πολυτρόπων, πρεσβείαις σου Κυρίῳ, Εὔγνωστε ὅσιε.

 

Εὔγνωστον ὁσίων τὴν καλλονήν, Ὄρους δὲ Ἁγίου, ἁγιώτατον ἀσκητήν, ὕμνοις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις, αἰτοῦντες τὰς πρεσβείας, αὐτοῦ πρὸς Κύριον.

 

Πάντες τὸ μυρίπνοον καὶ σεπτόν, λείψανον τιμῶμεν, μετὰ πίστεως ἀληθοῦς, καὶ καταφιλοῦμεν, Εὐγνώστου τοῦ ὁσίου· καὶ γὰρ τοῖς ἀσθενοῦσι, βρύει ἰάματα.

 

Θᾶττον ἐκδιώκεις τοὺς πειρασμούς, καὶ τοῦ ἀντιδίκου, φυγαδεύεις τοὺς λογισμούς, Εὔγνωστε ἰθύνων, ψυχὰς πρὸς τὸν σωτῆρα, δι' ὅνπερ τὰς ἐρήμους, χάριτι ᾤκησας.

 

θετο γνωστόν σε τῷ ἀσκητῇ, Εὔγνωστε παμμάκαρ, εὐωδία θαυμαστή, ἐκ τοῦ σπηλαίου, τὸ πάλαι ἐξελθοῦσα· Χριστοῦ γὰρ εὐωδία, πέλεις πανόσιε.

 

γνωσάν σε σπήλαια καὶ βουνοί, Ὄρους τοῦ Ἁγίου, ὄρος ἅγιον ἀρετῆς, ἔνθα διαπρέψας, ἀσκήσει ἀκροτάτῃ, Χριστῷ δι' εὐωδίας, θείας τετίμησαι.


Πρόσφατα καταγράψαμε και την τρίτη γέννηση αγοριού!

 Ιωάννης Τσιλιμιγκάκης

Δεν υπάρχουν σχόλια: