Σάββατο 3 Απριλίου 2021

ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΗ

 
Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία. 

Λάμψον ὁ τοῦ Κυρίου Σταυρὸς τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε, δι' οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια καὶ τοῦ θανάτου, τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν, δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν αἰωνίου δόξης τὴν ἀπόλαυσιν, δι' οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, ὅπλον ἀκαταγώνιστον κραταίωμα ἄρρηκτον τῶν Βασιλέων τὸ νῖκος τῶν Ἱερέων τὸ καύχημα, Χριστοῦ νῦν τὰ πάθη καὶ ἡμῖν δίδου προφθάσαι, καὶ τὴν Ἀνάστασιν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον ἡ θύρα τοῦ Παραδείσου ὁ τῶν πιστῶν στηριγμὸς τὸ τῆς Ἐκκλησίας περιτείχισμα, δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, ὅπλον ἀκαταμάχητον δαιμόνων ἀντίπαλε δόξα Μαρτύρων Ὁσίων ὡς ἀληθῶς ἐγκαλλώπισμα λιμὴν σωτηρίας ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δεῦρο τῶν Πρωτοπλάστων δυὰς ἡ τῆς χορείας ἐκπεσοῦσα τῆς ἄνωθεν, τῷ φθόνῳ τοῦ βροτοκτόνου διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως· ἰδοὺ τὸ πανσέβαστον ὄντως Ξύλον προσέρχεται· ᾧ προσδραμόντες, ἐν χαρᾷ περιπτύξασθε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως. Σὺ ἡμῶν ἡ ἀντίληψις Σταυρὲ πανσεβάσμιε, οὗ τοῦ καρποῦ μετασχόντες τῆς ἀφθαρσίας ἐτύχομεν· Ἐδὲμ τὴν προτέραν κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.

Χριστὲ ὁ Θεὸς ἡμῶν ὁ τὴν ἑκούσιον σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ βαφαῖς ἐρυθραῖς, τοὺς σαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν, ἀλλ' οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν σου καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.

1 σχόλιο:

GeorGRE είπε...

Προσοχή στους πειρασμούς.
Αυτήν την εβδομάδα σκάει
ο εχθρός.

Σταυρέ του Χριστού
σώσον ημάς τη δυνάμει σου.