Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν
Χριστὲ ὁ Θεός
τότε παραλαμβάνεις
τοὺς τρεῖς σου μαθητάς
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην
ἐν τῷ Θαβὼρ ἀνελθών.
Σοῦ δὲ Σωτήρ μεταμορφουμένου
τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο.
Οἱ Μαθηταί σου Λόγε
ἔρριψαν ἑαυτοὺς
ἐν τῷ ἐδάφει τῆς γῆς
μὴ φέροντες ὁρᾶν,
τὴν ἀθέατον μορφήν.
Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ.
Οὐρανοὶ ἔφριξαν
γῆ ἐτρόμαξεν!
Ορῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.
Δοξαστικον Εσπερινού, Κοσμά Μοναχού
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου