Κάθισμα, Ἦχος β'
Πρεσβεία θερμή,
καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή,
τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν σοι·
Θεοτόκε Δέσποινα, πρόφθασον,
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ'
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,
σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ πατρικοὺς κόλπους μὴ λιπών,
καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·
τῇ δυνάμει σου δόξα φιλάνθρωπε».
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;
ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι;
τίνα θερμὴν ἔξω βοηθόν,
θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος;
Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ ἐλέους σου,
τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,
τὴν παναθλίαν καὶ ταπεινήν,
πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων,
καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον,
μόνην φέρω, τεῖχος ἀπροσμάχητον,
καταφυγὴν σκέπην κραταιάν,
ὅπλον σωτηρίας μὴ με παρίδῃς τὸν ἄσωτον,
ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία,
θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Πῶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσομαι,
τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα,
τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν,
δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας;
Ἀλλ' ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,
ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!
ᾨδὴ ε'
«Ἵνα τί με ἀπώσω,
ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,
καὶ ἐκάλυψέ με,
τὸ ἀλλότριον σκότος τὸν δείλαιον·
ἀλλ' ἐπίστρεψόν με,
καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,
τάς ὁδούς μου κατεύθυνον δέομαι».
Εὐχαρίστως βοῶ σοι·
χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε
χαῖρε θεία σκέπη,
χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον,
χαῖρε προστασία,
καὶ βοηθὲ καὶ σωτηρία,
τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντες με μάτην,
βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν,
καὶ ἐπιζητοῦσι,
τὸ πανάθλιον σῶμα σπαράξαι μου,
καὶ καταβιβάσαι,
πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν·
ἀλλ' ἐκ τούτων προφθάσασα σῶσόν με.
Ἀπὸ πάσης ἀνάγκης,
θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι,
καὶ τῇ σῇ δυνάμει,
ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον,
ἐκ παντὸς κινδύνου,
καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων,
καὶ μισούντων με Κόρη πανύμνητε.
Τὶ σοι δῶρον προσάξω,
τῆς εὐχαριστίας ἀνθ' ὧνπερ ἀπήλαυσα,
τῶν σῶν δωρημάτων,
καί τῆς σῆς ἀμέτρητου χρηστότητος;
Τοιγαροῦν δοξάζω,
ὑμνολογῶ καὶ μεγαλύνω,
σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου