Πέμπτη 20 Νοεμβρίου 2025

Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου.

 

Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου
Βασιλειών Γ'
Παναγία.
Ὑπερευλογημένη, 
Θεοτόκος, 
Παναμώμητος, 
Τιμιωτέρα τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέρα ἀσυγκρίτως τῶν Σεραφείμ, 
Ζῶσα καὶ Ἄφθονος, 
Πηγή, 
Ἔμψυχος Κιβωτός, 
Ἄχραντος, Ἀμόλυντος, 
Κεχαριτωμένη, 
Ἀειμακάριστος καὶ Παναμώμητος, Προστασία, Ἐπακούουσα, 
Γρηγοροῦσα, 
Γοργοεπήκοος, 
Ἡγιασμένος Ναός, 
Παράδεισος λογικός, 
Ῥόδον τὸ Ἀμάραντον,
 Χρυσοῦν Θυμιατήριον, 
Χρυσὴ Λυχνία,
 Μαναδόχος Στάμνος, 
Κλίμαξ Ἐπουράνιος, 
Πρεσβεία θερμή, 
Τεῖχος ἀπροσμάχητον, 
Ἐλέους Πηγή, 
τοῦ Κόσμου Καταφύγιον, 
Βασιλέως Καθέδρα, 
Χρυσοπλοκώτατος Πύργος καὶ Δωδεκάτειχος Πόλις, Ἠλιοστάλακτος Θρόνος, 
Σκέπη τοῦ Κόσμου, 
Δένδρον ἀγλαόκαρπον, 
Ξύλον εὐσκιόφυλλον, 
Ἀκτὶς νοητοῦ ἡλίου, 
Σιὼν ἁγία, 
Θεοῦ κατοικητήριον,
 Ἐπουράνιος Πύλη, 
Ἀδικουμένων προστάτις, 
Βακτηρία τυφλῶν, 
Θλιβομένων ἡ χαρά, καὶ χίλια δυὸ ἄλλα, ποὺ βρίσκονται μέσα στὰ βιβλία τῆς ἐκκλησίας.
Ὁδηγήτρια,
 Γλυκοφιλοῦσα,
 Πλατυτέρα τῶν Οὐρανῶν,
 ἡ Ἐλπὶς τῶν ἀπελπισμένων, 
ἡ Ταχεία Ἐπίσκεψις, 
ἡ Ἀμόλυντος, 
ἡ Ἐλπὶς τῶν Χριστιανῶν, 
ἡ Παραμυθία, 
ἡ Ἐλεοῦσα κι ἄλλα πολλά, ποὺ γράφουνται ἀπὸ κάτω ἀπὸ τὴ συντομογραφία: ΜΗΡ ΘΥ, ποὺ θὰ πεῖ Μήτηρ Θεοῦ.
κυρ Φ. Κόντογλου