Παρασκευή 18 Αυγούστου 2023

Μεθέορτον• ποίημα Λέοντος Δεσπότου

 Μπορεί να είναι εικόνα κείμενο


Πιστούμενος Ἰησοῦς,
ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν,
τὰς δύο φύσεις αὐτοῦ,
ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται,
καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν,
ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία.
Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη,
ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα.
Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου,
ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου.
Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται.
Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου,
καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες,
μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον·
Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου·
αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ.
Ἀλλ' ὧ πολυύμνητε Κόρη,
μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα·
ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα,
αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια: