Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Πάντες οἱ ἐν Σερβίᾳ πιστοί, μνήμην τὴν θείαν ἐν ᾠδαῖς εὐφημοῦσί σου, ἀοίδιμεἸουστῖνε· καὶ γὰρ Χριστῷ τῷ Θεῷ, ἀκλινῶς ἐν βίῳ ἠκολούθησας, καὶ πᾶσιν ἐκήρυξας, ἱεροῖς ἐν συγγράμμασι, καὶ πυριπνόοις, καὶ ἁγίοις κηρύγμασι, καὶ ἀγῶσί σου, κραταιοῖς ὑπὲρ πίστεως, πάτερ πατέρων πάνσοφε, τοῦ κόσμου διδάσκαλε, καὶ καθαιρέτα ἀνδρεῖε, τῶν δεινοτάτων αἱρέσεων, εὐχέτα τοῦκόσμου, ἀγαθὲ θαυματοβρύτα, ἀγγέλων σύσκηνε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου