Κυριακή 7 Μαΐου 2023

Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ· ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι, καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν· Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον Ἅγιε, ὡς φιλάνθρωπος.

Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.
[Εἰς τὴν Λ ι τ ὴ ν
Δόξα... Ἦχος πλ. α'
Ποίημα τοῦ Κουμουλᾶ]

1 σχόλιο:

Ανώνυμος είπε...

Μακαριστός Αρχιμανδρίτης π. Ἀθανάσιος Μυτιληναῖος - Κυριακή τοῦ Παραλύτου:«Οἱ παιδαγωγίες τοῦ Θεοῦ».

https://www.hristospanagia.gr/κυριακή-τοῦ-παραλύτουοἱ-παιδαγωγί