Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὂτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.
ΑΠΟΔΟΣΗ ΣΤΗ ΝΕΟΕΛΛΗΝΙΚΗ
Εκεῖνο τόν καιρό, σήκωσε ὁ Ἰησοῦς τά μάτια του στόν οὐρανό καί εἶπε: «Πατέρα, ἔφτασε ἡ ὥρα· φανέρωσε τή δόξα τοῦ Υἱοῦ σου, ὥστε κι ὁ Υἱός σου νά φανερώσει τή δική σου δόξα. Ἐσύ τοῦ ἔδωσες ἐξουσία πάνω σέ ὅλους τούς ἀνθρώπους· ἔτσι κι αὐτός θά δώσει τήν αἰώνια ζωή σέ ὅλους αὐτούς πού τοῦ ἐμπιστεύτηκες. Καί νά ποιά εἶναι ἡ αἰώνια ζωή: Ν΄ ἀναγνωρίζουν οἱ ἄνθρωποι ἐσένα ὡς τόν μόνο ἀληθινό Θεό, καθώς κι ἐκεῖνον πού ἔστειλες, τόν Ἰησοῦ Χριστό. Ἐγώ φανέρωσα τή δόξα σου πάνω στή γῆ, ἀφοῦ ὁλοκλήρωσα τό ἔργο πού μοῦ ἀνέθεσες νά κάνω. Τώρα λοιπόν ἐσύ, Πατέρα, δόξασε μέ κοντά σ΄ ἐσένα μέ τή δόξα πού εἶχα κοντά σου προτοῦ νά γίνει ὁ κόσμος. Ἐγώ σέ ἔκανα γνωστό στούς ἀνθρώπους πού τούς πῆρες μέσα ἀπό τόν κό-σμο καί μοῦ τούς ἐμπιστεύτηκες. Ἀνήκουν σ΄ ἐσένα, κι ἐσύ τούς ἔδωσες σ΄ ἐμένα, κι ἔχουν δεχτεῖ τό λόγο σου. Αὐτοί τώρα ξέρουν πώς ὅλα ὅσα μοῦ ἔδωσες προέρχονται ἀπό σένα· γιατί τίς διδαχές πού μοῦ ἔδωσες, ἐγώ τίς ἔδωσα σ΄ αὐτούς, κι αὐτοί τίς δέχτηκαν καί ἀναγνώρισαν πώς πραγματικά ἀπό σένα προέρχομαι, καί πίστεψαν πώς ἐσύ μέ ἔστειλες στόν κόσμο. Ἐγώ γι΄ αὐτούς παρακαλῶ. Δέν παρακαλῶ γιά τόν κόσμο ἀλλά γι΄ αὐτούς πού μοῦ ἔδωσες, γιατί ἀνήκουν σ΄ ἐσένα. Κι ὅλα ὅσα εἶναι δικά μου εἶναι καί δικά σου, καί τά δικά σου εἶναι καί δικά μου, καί δι΄ αὐτῶν θά φανερωθεῖ ἡ δόξα μου. Τώρα δέν εἶμαι πιά μέσα στόν κόσμο· ἐνῶ αὐτοί μένουν μέσα στόν κόσμο, κι ἐγώ ἔρχομαι σ΄ ἐσένα. Ἅγιε Πατέρα, διατήρησέ τους στήν πίστη μέ τή δύναμη τοῦ ὀνόματός σου πού μοῦ χάρισες, γιά νά μείνουν ἑνωμένοι ὅπως ἐμεῖς. Ὅταν ἤμουν μαζί τους στόν κόσμο, ἐγώ τούς διατηροῦσα στήν πίστη μέ τή δύναμη τοῦ ὀνόματός σου. Αὐτούς πού μοῦ ἔδωσες τούς φύλαξα, καί κανένας ἀπ΄ αὐτούς δέ χάθηκε, παρά μόνο ὁ ἄνθρωπος τῆς ἀπώλειας, γιά νά ἐκπληρωθοῦν τά λόγια τῆς Γραφῆς. Τώρα ὅμως ἐγώ ἔρχομαι σ΄ ἐσένα, καί τά λέω αὐτά ὅσο εἶμαι ἀκόμα στόν κόσμο, ὥστε νά ἔχουν τή δική μου τή χαρά μέσα τους σ΄ ὅλη τήν πληρότητά της».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου