Παρασκευή 19 Νοεμβρίου 2021

Ύμνοι ενάντια στο δαιμονισμό που ζούμε

Μπορεί να είναι εικόνα 1 άτομο 

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ. 

Κυβέρνησιν ἐχθράν, παραδόσεων θείων, καὶ πάνυ ἐμμανῶς, Ὀρθοδόξων Ἑλλήνων, τὸ γένος δυναστεύουσαν, καὶ τὴν πίστιν διώκουσαν, σὺ ἐπίσκεψαι, ῥάβδῳ Κριτὰ σιδηρᾷ σου, δικαιότατε, καὶ ταῖς ψυχαῖς ἡμῶν πάντων, παράσχου ἀνάψυξιν.

 

 Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων σου ῥοαῖς. 

Ἀφωρισμένος ἀσεβής, βασιλεύειν Ἑλλάδος ὅλως οὐ δύναται, τῆς ὀρθοδόξου καὶ πιστῆς· καὶ γὰρ Χριστοῦ τοῦ Κυρίου ἠλλοτρίωται· Ἀρχάγγελοι διό, τὸ τῶν Ἑλλήνων γένος λυτρώσασθε, ἐναγοῦς κυβερνήσεως, ἵνα ἀπροσκόπτως ὁμοῦ, δοξάζωμεν τὸν Κύριον. 

 

Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. 

Ῥάβδῳ ἐν σιδηρᾷ, ἐπίσκεψαι Παντάναξ, κυβέρνησιν δολίαν, Ἑλλάδος θεομάχον, καὶ δὸς ἡμῖν ἀνάψυξιν. Στῆτε κατ’ ἀσεβῶν, ἀθέου Πολιτείας, καὶ ἀντιχρίστων νόμων· καὶ γὰρ ὁμολογία, Κυρίῳ λογισθήσεται.

 

 Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων σου ῥοαῖς. 

Ὁμολογίας ὁ καιρός, ὅτι πίστις Κυρίου τανῦν προσβάλλεται, ὑπ' ἀντιχρίστων ἀσεβῶν, καὶ ὀρθοδόξων ἡ ποίμνη καταδιώκεται, προφάσει πονηρᾷ, εἰδωλικῆς ὑγείας τοῦ σώματος· ὅθεν πάντες βοήσωμεν· Φρόνημα Χριστὲ κραταιόν, παράσχου ταῖς ψυχαῖς ἡμῶν. Ἀφωρισμένος ἀσεβής, βασιλεύειν Ἑλλάδος ὅλως οὐ δύναται, τῆς ὀρθοδόξου καὶ πιστῆς· καὶ γὰρ Χριστοῦ τοῦ Κυρίου ἠλλοτρίωται· Ἀρχάγγελοι διό, τὸ τῶν Ἑλλήνων γένος λυτρώσασθε, ἐναγοῦς κυβερνήσεως, ἵνα ἀπροσκόπτως ὁμοῦ, δοξάζωμεν τὸν Κύριον.

 

 Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ. 

Θάρσει καὶ μὴ φοβοῦ, λαὲ ἡγιασμένε, Χριστοῦ τῆς Ἐκκλησίας· καὶ γὰρ τῶν πολεμίων, τὸ κέρας συνθλασθήσεται.

 Ιωάννης Τσιλιμιγκάκης 


Δεν υπάρχουν σχόλια: