Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὰ τεκνία φύλαξον, τῆς οἰκουμένης, Ἰησοῦ φιλάνθρωπε, ἐξ ἐμβολίου τοῦ δεινοῦ· καὶ γὰρ αὐτῶν ἡ θανάτωσις, ὑπ’ ἀντιχρίστων, τεκταίνεται σήμερον.
Ὁ τὰς πύλας Κύριε, τοῦ ᾄδου λύσας, καὶ ἐκ τάφου Δέσποτα, αὐτεξουσίως ἀναστάς, τὴν καταιγίδα διάλυσον, καὶ τὴν εἰρήνην, τῷ κόσμῳ σου βράβευσον.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Φύλαξον Ἰησοῦ, τὰ τέκνα τῶν Ἑλλήνων, καὶ πάσης οἰκουμένης, δεινοῦ ἐξ ἐμβολίου, δολίου κοσμοκράτορος.
Μαίνεται καταιγίς, τανῦν φονικωτάτη, καὶ δαιμονικωτάτη, ἀφ’ ἧς ἡμῶν τὰ τέκνα, Παντάναξ διαφύλαξον.
Μεγαλυνάριο
Ὄντως δεινοτάτη ἡ καταιγίς, σήμερον ἐπέστη, ἀλλὰ σὺ Σῶτερ ἡ κρηπίς, τῶν ὁμολογούντων, ἐν ὅλῃ σε καρδίᾳ, Θεὸν σεσαρκωμένον, κόσμου εἰς λύτρωσιν.
Ιωάννης Τσιλιμιγκάκης
1 σχόλιο:
Ο Ιησούς Χριστός «Ἐξῆλθεν νικῶν καί ἵνα νικήσει» , 5-9-2021, Ἀρχιμανδρίτου Σάββα Ἁγιορείτου (ἀπόσπασμα).
https://www.youtube.com/watch?v=zrr9yySieKI
Δημοσίευση σχολίου