Ἡ τὸ ἄφλεκτον πῦρ ἐν τῇ μήτρᾳ σου
δεξαμένη, Μαρία θεόνυμφε,
εὐμενῶς ἐφ’ Ἑλλάδα ἐπίβλεψον,
τὴν πυρὶ ἐμπρησμῶν πάνυ στένουσαν.
Καὶ γὰρ δύνασαι, μόνη Πανάχραντε,
δυσωπῆσαι Θεόν, ὃν ἐκύησας,
ἐλεῆσαι καὶ σῶσαι τὰ σύμπαντα
ἐκ πυρὸς τοῦ δολίου ἀλάστορος.
Σὺν ἁγίοις πυρὶ τελευτήσασι,
Μαριάμ, τὸν Υἱόν σου ἱκέτευσον
τοῦ φυλάξαι ἐκ στόματος δράκοντος
καὶ πυρὸς αἰωνίζοντος ἅπαντας.
Σὲ γὰρ μόνην ἐλπίδα κεκτήμεθα
οἱ πυρὶ κακωθέντες καὶ καύματι
ἁμαρτίας καὶ νῦν πάνυ στένοντες,
Παναγία Παρθένε μητρόθεε.
Ιωάννης Τσιλιμιγκάκης
2 σχόλια:
Παρόραμα
ἄφλεκτον > ἄστεκτον
Ἡ ἀφλέκτως τὸ πῦρ τῆς θεότητος
συλλαβοῦσα, Μαρία θεόνυμφε,
εὐμενῶς ἐφ’ Ἑλλάδα ἐπίβλεψον,
τὴν πυρὶ ἐμπρησμῶν πάνυ στένουσαν.
Καὶ γὰρ δύνασαι, μόνη Πανάχραντε,
δυσωπῆσαι Θεόν, ὃν ἐκύησας,
ἐλεῆσαι καὶ σῶσαι τὰ σύμπαντα
ἐκ πυρὸς τοῦ δολίου ἀλάστορος.
Σὺν ἁγίοις πυρὶ τελευτήσασι,
Μαριάμ, τὸν Υἱόν σου ἱκέτευσον
τοῦ φυλάξαι ἐκ στόματος δράκοντος
καὶ πυρὸς αἰωνίζοντος ἅπαντας.
Σὲ γὰρ μόνην ἐλπίδα κεκτήμεθα
οἱ πυρὶ κακωθέντες καὶ καύματι
ἁμαρτίας καὶ νῦν πάνυ στένοντες,
Παναγία Παρθένε μητρόθεε.
Δημοσίευση σχολίου