Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Γῆν τὴν πυροπαθῆ, ἐῤῥύσω Προκοπίου, πυρὸς ἐξ ὀλεθρίου, εὐχαῖς σου μέγα κλέος, Ῥωσίας χαριτώνυμε.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῇ θερμῇ πρεσβείᾳ σου, ὦ Ἰωάννη, οὐρανόθεν ἔπεμψας, τοῦ Προκοπίου εἰς τὴν γῆν, βροχὴν πολλὴν καὶ κατέσβεσας, πῦρ ὃ ἀνήφθη, ἐχθροῦ ὑπ’ ἀλάστορος.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ῥώσων ἡ καλλονή, προστάτης δ’ Εὐβοέων, ὑπάρχεις Ἰωάννη, εὐχαῖς σου ὀρθοδόξους, ἐκ δράκοντος ῥυόμενος.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ῥωσίας καλλώπισμα, καὶ τῆς Εὐβοίας πατήρ, θαυμάτων δὲ πάροχος, καὶ οἰκουμένης φωστήρ, ἐδείχθης ἐν χάριτι· ὅθεν σε Ἰωάννη, εὐγνωμόνως τιμῶμεν, λείψανον τὸ σεπτόν σου, προσκυνοῦντες ἐν πίστει, δι’ ἧσπερ κατηγωνίσω, κόσμου τὸν ἄρχοντα.
Ιωάννης Τσιλιμιγκάκης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου