Πολλοὶ ἱεροκήρυκες εἶναι μᾶλλον ἀεροκήρυκες!
(π. Ἐπιφάνιος Θεοδωρόπουλος, 1968)
Σχόλια υμνογραφικά από τον συνονόματο Ιωάννη Τσιλιμιγκάκη:
Πάτερ Ἐπιφάνιε ἐν ᾠδαῖς, καὶ ὕμνοις τιμῶμεν, τὴν ὁσίαν
σου βιοτήν· ἤνυσας γὰρ ταύτην, ἐν πίστει καὶ ἀγάπῃ, ἀφάνειαν διδάσκων,
πάντα τὰ τέκνα σου.
Νέον Ἐκκλησίας καθηγητὴν, θείων δὲ Κανόνων, ἀκριβέστατον τηρητήν,
λάμψαντα ὡς ἄστρον, ἐν ἔτεσιν ἐσχάτοις, ὑμνοῦμέν σε προφρόνως, ὦ
Ἐπιφάνιε.
Δεῦτε ἀκριβείας τὸν τηρητήν, καὶ οἰκονομίας, τὸν θεόπνουν ὑφηγητήν, τῆς
ἐπιφανείας, ἐπώνυμον Κυρίου, καὶ τύπον ἀφανείας, πάντες ὑμνήσωμεν.
Ἐπολιτογράφεις μετὰ σπουδῆς, ψυχὰς ἀθανάτους, θεοφόρε ἐν οὐρανοῖς, καὶ
αἱρετιζόντων, ἐνίκας γλωσσαλγίας, ἐν λόγῳ καὶ γραφίδι, ὦ Ἐπιφάνιε.
Οἰκουμενισμοῦ καὶ ζηλωτισμοῦ, ἄνωθεν ἐμπνεύσει, Ἐπιφάνιε ἱερέ, ἤλεγξας
τὰ ἄκρα, πολλῇ ἐν διακρίσει, ὡς πλήττοντα τὴν πίστιν, Χριστοῦ ἀμφότερα.
Τοῦ θεοστυγοῦς Οἰκουμενισμοῦ, ὤφθης καθαιρέτης, καὶ ἀκρίτου ζηλωτισμοῦ,
συγγραφαῖς ἁγίαις, σοφὲ ἐν τοῖς Πατράσιν, ὁδὸν βαδίζων μέσην, Χριστοῦ τῇ
χάριτι
2 σχόλια:
Πάτερ Ἐπιφάνιε ἐν ᾠδαῖς, καὶ ὕμνοις τιμῶμεν, τὴν ὁσίαν σου βιοτήν· ἤνυσας γὰρ ταύτην, ἐν πίστει καὶ ἀγάπῃ, ἀφάνειαν διδάσκων, πάντα τὰ τέκνα σου.
Νέον Ἐκκλησίας καθηγητὴν, θείων δὲ Κανόνων, ἀκριβέστατον τηρητήν, λάμψαντα ὡς ἄστρον, ἐν ἔτεσιν ἐσχάτοις, ὑμνοῦμέν σε προφρόνως, ὦ Ἐπιφάνιε.
Δεῦτε ἀκριβείας τὸν τηρητήν, καὶ οἰκονομίας, τὸν θεόπνουν ὑφηγητήν, τῆς ἐπιφανείας, ἐπώνυμον Κυρίου, καὶ τύπον ἀφανείας, πάντες ὑμνήσωμεν.
Ἐπολιτογράφεις μετὰ σπουδῆς, ψυχὰς ἀθανάτους, θεοφόρε ἐν οὐρανοῖς, καὶ αἱρετιζόντων, ἐνίκας γλωσσαλγίας, ἐν λόγῳ καὶ γραφίδι, ὦ Ἐπιφάνιε.
Οἰκουμενισμοῦ καὶ ζηλωτισμοῦ, ἄνωθεν ἐμπνεύσει, Ἐπιφάνιε ἱερέ, ἤλεγξας τὰ ἄκρα, πολλῇ ἐν διακρίσει, ὡς πλήττοντα τὴν πίστιν, Χριστοῦ ἀμφότερα.
Τοῦ θεοστυγοῦς Οἰκουμενισμοῦ, ὤφθης καθαιρέτης, καὶ ἀκρίτου ζηλωτισμοῦ, συγγραφαῖς ἁγίαις, σοφὲ ἐν τοῖς Πατράσιν, ὁδὸν βαδίζων μέσην, Χριστοῦ τῇ χάριτι.
ΩΡΑΙΟ ΤΟ ΠΟΙΗΜΑ!
Δημοσίευση σχολίου