Κυριακή 2 Μαΐου 2021

Μπορεί να είναι εικόνα 1 άτομο

Κύριος ἐνδυσάμενος τὸν ἄνθρωπον,
καὶ παθὼν διὰ τὸν πάσχοντα,
καὶ δεθεὶς διὰ τὸν κρατούμενον,
καὶ κριθεὶς διὰ τὸν κατάδικον,
καὶ ταφεὶς διὰ τὸν τεθαμμένον,
ἀνέστη ἐκ νεκρῶν καὶ ταύτην ἐβόησεν τὴν φωνήν·
«Τίς ὁ κρινόμενος πρός Με; Ἀντιστήτω Μοι.
Ἐγὼ τὸν κατάδικον ἀπέλυσα·
Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα·
Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι·
τίς ὁ ἀντιλέγων Μοι;»
«Ἐγώ», φησίν ὁ Χριστός,
«Ἐγὼ ὁ καταλύσας τὸν θάνατον
καὶ θριαμβεύσας τὸν ἐχθρὸν
καὶ καταπατήσας τὸν ᾅδην
καὶ δήσας τὸν ἰσχυρὸν
καὶ ἀφαρπάσας τὸν ἄνθρωπον εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν»·
«Ἐγώ», φησίν ὁ Χριστός.
«Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν ἁμαρτίαις πεφυραμέναι
καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων.
Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις,
Ἐγὼ τὸ Πάσχα τῆς σωτηρίας,
Ἐγὼ ὁ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς,
Ἐγὼ τὸ λύτρον ὑμῶν,
Ἐγὼ ἡ Ζωὴ ὑμῶν,
Ἐγὼ ἡ Ἀνάστασις ὑμῶν,
Ἐγὼ τὸ Φῶς ὑμῶν,
Ἐγὼ ἡ σωτηρία ὑμῶν,
Ἐγὼ ὁ Βασιλεὺς ὑμῶν·
Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν·
Ἐγὼ ὑμᾶς ἀναστήσω διὰ τῆς ἐμῆς δεξιᾶς·
ἐκεῖ ὑμῖν δείξω τὸν ἀπ' αἰώνων Πατέρα».
Οὗτός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν
καὶ πλάσας ἐν ἀρχῇ τὸν ἄνθρωπον,
ὁ διὰ Νόμου καὶ προφητῶν κηρυσσόμενος,
ὁ ἐπὶ Παρθένῳ σαρκωθείς,
ὁ ἐπὶ ξύλῳ κρεμασθείς,
ὁ εἰς γῆν ταφείς,
ὁ ἐκ νεκρῶν ἀνασταθείς
καὶ ἀνελθὼν εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν,
ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι καὶ σῴζειν,
δι' οὗ ἐποίησεν ὁ Πατὴρ τὰ ἀπ' ἀρχῆς μέχρι αἰώνων.
Οὗτός ἐστιν τὸ Α καὶ τὸ Ω·
οὗτός ἐστιν ἀρχὴ καὶ τέλος,
ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον.
Οὗτός ἐστιν ὁ Χριστός·
οὗτός ἐστιν ὁ Βασιλεύς·
οὗτός ἐστιν Ἰησοῦς·
οὗτος ὁ στρατηγός·
οὗτος ὁ Κύριος·
οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν·
οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός·
φορεῖ τὸν Πατέρα καὶ ὑπὸ τοῦ Πατρὸς φορεῖται·
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
Μελίτωνος Επισκόπου Σάρδεων (†180), Περὶ Πάσχα

Δεν υπάρχουν σχόλια: