Ποίημα Ἰωσήφ.
Κανών β', ᾨδὴ ε', Τριῳδίου
Ἦχος δ'
Ἐξέστη τὰ σύμπαντα
Φωστῆρες
ἀπέκρυπτον, τὸ φῶς αὐτῶν θεώμενοι, ξύλῳ προσηλούμενον ἀδίκως, δίκαιε
μόνε, σὲ τὸν μακρόθυμον, καὶ τοῦ πονηροῦ τὰς ζοφεράς, Σῶτερ
δειγματίζοντα, ἐξουσίας τῷ κράτει σου.
Νηστείας ἐν ὕδατι, τὰ
πρόσωπα νιψώμεθα, καὶ περιπτυξώμεθα τὸ Ξύλον, μόνος ὁ πάντων, ἐν ᾧ ὑψώθη
Χριστός, σάρκα περικείμενος θνητήν, ὅπως θανατώσειε, τόν ἡμᾶς
θανατώσαντα.
Σταυρὲ πανσεβάσμιε, τῶν Ἀποστόλων καύχημα, ὅπλον
Ἀθλοφόρων, Ἱερέων, δόξα Ὁσίων, περιχαράκωμα, πάντων τῶν πιστῶν ὁ
φυλακτήρ, φρούρησον ἁγίασον, τοὺς πιστῶς προσκυνοῦντάς σε.
Σταυροθεοτοκίον
Τὸν
βότρυν ἡ ἄμπελος, Παρθένος ὃν ἐβλάστησε, ξύλῳ κρεμασθέντα κατιδοῦσα,
Τέκνον, ἐβόα, γλεῦκος ἀπόσταξον, μέθην ἀναστέλλων τῶν ἐχθρῶν, μάτην
σταυρωσάντων σε, τὸν ἐν πᾶσι μακρόθυμον.
Ποίημα Θεοδώρου.
Κανών γ', ᾨδὴ ε', Τριῳδίου
Ἦχος δ'
Ἐκ νυκτὸς ὀρθρίζοντα
Σήμερον προτίθεται ὁ Σταυρός σου, ξύλον ζωῆς προσκυνητόν, καὶ κόσμος ἀγάλλεται, φοιτήσει τῇ τοῦ Πνεύματος, αὐτὸν κατασπαζόμενος.
Προκείμενον
βλέποντες τὸν Σταυρόν σου, οἱ Λειτουργοὶ τῶν οὐρανῶν, ὑμνοῦσί σε Κύριε,
καὶ δαίμονες φρίττουσι, μὴ φέροντες τὸ κράτος σου.
Δόξα...
Τριάδα δοξάσωμεν ὀρθοδόξως, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ Πνεῦμα τὸ ἅγιον τὴν μίαν Θεότητα, Μονάδα τρισυπόστατον.
Καὶ νῦν ... Θεοτοκίον
Μητέρα καὶ Παρθένον σὲ ὀρθοδόξως, ὁμολογοῦμεν οἱ πιστοί, ἀρρήτως κυήσασαν, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ, ὁ σταυρωθεὶς Υἱὲ Θεοῦ, ἁγίασον πάντας ἡμᾶς, καὶ τὸ ζωηφόρον σου, καταξίωσον Πάθος ἰδεῖν.
Ὁ Εἱρμὸς
«Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με ζωοποιὲ Χριστοῦ Σταυρέ, φόβῳ προσκυνοῦντά σε, ἡμέραν σωτήριον, ἀεὶ ἐξανατέλλων μοι».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου